Ancient Greek
2.153.31 to 2.153.46
Melissus, Testimonia 2.153.31-46
Unproofread scanNot analysed yet
20 λήλαις, ὥσπερ οἴεται (εἰ μὲν πολλά, γενέσθαι φησὶν ἀνάγκην εἶναι ἐκ μὴ ὄντων· εἰ δὲ τοῦτο μὴ οἷόν τε, οὐκ εἶναι τὰ ὄντα πολλά· ἀγέννητον γὰρ ὅν, εἴ τι ἐστιν, ἄπειρον εἶναι. εἰ δ’ οὕτως, καὶ ἕν), ὁμοίως μὲν δὴ ἡμῖν ὁ(μολογουμένων) ἀμφοτέρων π(ροτάσεων) οὐδὲν μᾶλλον, ὅτι ἕν ἡ ὅτι πολλά, δείκνυται. εἰ δὲ βέβαιος 25 μᾶλλον ἡ ἑτέρα, τἀπὸ ταύτης συμπερανθέντα μᾶλλον δέδεικται. (12) τυγχάνομεν δὲ ἔχοντες ἀμφοτέρας τὰς ὑπο- 27 λήψεις ταύτας, καὶ ὡς οὐ γένοιτ’ ἂν οὐδὲν ἐκ μηδενός [ὄντος] 27a (καὶ ὡς) πολλά τε καὶ κινοῦμενα [μὲν] ἐστὶ τὰ ὄντα. ἀμφοῖν δὲ πιστὴ μᾶλλον αὕτη, καὶ θάττον ἂν πρόοιντο πάντες ταύτης ἐκείνην τὴν δόξαν. ὥστ’ εἰ καὶ συμβαίνοι ἐναντίας 975a 1 εἶναι τὰς φάσεις, καὶ ἀδύνατον γίγνεσθαι τε ἐκ μὴ ὄντος καὶ μὴ πολλά εἶναι τὰ πράγματα, ἐλέγχοιτο μὲν ἂν ὑπ’ ἀλλήλων ταῦτα. (13) ἀλλὰ τί μᾶλλον οὕτως ἂν ἔχοι; ἴσως τε κἂν φαίη τις τούτοις τἄναντία. οὔτε γὰρ δεῖξας ὅτι 5 ὀρθὴ δόξα, ἀφ’ ἧς ἄρχεται, οὔτε μᾶλλον βέβαιον ἡ περὶ