Ancient Greek
2.157.1
Melissus, Testimonia 2.157.1
Unproofread scanNot analysed yet
976b 30 τῷι αὐτῷι μένοντος τοῦ πράγματος τόπῳι τοῦ εἴδους μεταβολήν, ἣν ἀλλοίωσιν οἱ τ᾽ ἄλλοι κἀκεῖνος λέγει, ἐκ τῶν εἰρημένων αὐτῷι κωλύει κινεῖσθαι τὰ πράγματα, ὅταν ἐκ λευκοῦ μέλαν ἢ ἐκ πικροῦ γίγνηται γλυκύ· οὐδὲν γὰρ τὸ μὴ εἶναι κενὸν ἢ μὴ δέχεσθαι τὸ πλήρες ἀλλοιοῦσθαι κωλύει. 35 (31) ὥστ᾽ οὐθ᾽ ἅπαν οὔτε ἀίδιον [οὐθ᾽ ἔν] οὐτ᾽ ἄπειρον ἀνάγκη εἶναι (ἀλλ᾽ εἰ ἄρα,) ἄπειρα πολλά) οὔτε ἓν, (οὐ)θ᾽ ὅμοιον, οὐτ᾽ ἀκίνητον. οὐτ᾽ εἰ ἓν οὐτ᾽ εἰ πόλλ᾽ ἄττα. τούτων δὲ κειμένων καὶ μετακοσμεῖσθαι καὶ ἐτεροιοῦσθαι τὰ ὄντα οὐδὲν ἂν κωλύοι ἐκ τῶν ὑπ᾽ ἐκείνου εἰρημέ- 977a 1 νων, καὶ ἑνὸς ὄντος τοῦ παντὸς κινήσεως οὔσης, καὶ πληθεῖ καὶ ὀλιγότητι διαφέροντος, καὶ ἀλλοιουμένου οὐδενὸς προσγινομένου οὐδ᾽ ἀπογινομένου σώματος, καὶ εἰ πολλά, συμμιγομένων καὶ διακρινομένων ἀλλήλοις. (32) τὴν γὰρ μίξιν οὐτ᾽ ἐπιπρόσ- 5 θησιν τοιαύτην εἶναι οὔτε σύνθεσιν εἰκὸς οἷαν λέγει, ὥστε ἡ χωρὶς εὐθὺς εἶναι, ἢ καὶ ἀποτριφθέντων ὡς ἐπίπροσθεν ἕτερα ἐτέρων φαίνεσθαι χωρὶς ἀλλήλων ταῦτα, ἀλλ᾽ οὕτως συγκεῖσθαι ταχέως ὥστε ὅτιοῦν τοῦ μιγνυμένου παρ᾽ ὁτιοῦν ὑλιμίνυ(ται γίγνε)σθαι μέρος οὕτως, ὡς(τε) μὴ ἂν ληφθῆναι συγκεῖμενα, ἀλλὰ μεμιγμένα, 10 μηδ᾽ ὅποσοοὐν αὐτοῦ μέρη. ἐπεὶ γὰρ οὐκ ἔστι σῶμα [τὸ] ἐλάχιστον, ἅπαν ἅπαντι μέρος μέμικται ὁμοίως καὶ τὸ ὅλον.