Ancient Greek
2.157.2
Melissus, Testimonia 2.157.2
Unproofread scanNot analysed yet
6. HIPR. de nat. hom. 1 [VI 34 L.] ἀλλ᾽ ἔμοιγε δοκέουσιν οἱ τοιούτοι ἄνθρωποι αὐτοὶ ἑωυτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτῶν ὑπὸ ἀσυνεσίας, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν. GAL. z. d. St. XV 29 φανερῶς οὖν ἐν τούτῳι τῷι λόγῳι παντὶ τοῖς ἐν τῷι μόνον τῶν τεττάρων στοιχείων ἡγουμένοις εἶναι τὸν 5 ἄνθρωπον ἀντιλέγει καὶ φησιν αὐτοὺς ἀμαρτάνειν. ὅτι γὰρ μηδὲν ἀποδεικνύουσιν, ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν· ἐν μὲν γὰρ τῶν τεττάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν ἡγουμένου μὲν ἐν εἶναι καὶ αὐτοῦ τούτου, οὐ μὴν ἐκ τῶν τεττάρων γ᾽ ἐν τὶ τούτων ἀέρος καὶ γῆς, ὕδατός τε καὶ πυρός. ἔοικε δὲ ὁ ἄνθρω οὗτος ἐννοῆσαι μὲν εἶναι τινὰ οὐσίαν κοινὴν ὑπο- 10 βεβλημένην τοῖς τέτταρα στοιχείοις ἀγέννητόν τε καὶ ἄφθαρτον, ἣν οἱ μετ᾽ αὐτὸν ὕλην ἐκάλεσαν, οὐ μὴν διηρθωμένως γε δυνηθῆναι τοῦτο δηλῶσαι. ταύτην δ᾽ οὖν αὐτήν τὴν οὐσίαν ὀνομάζει τὸ ἓν καὶ τὸ πᾶν.