Ancient Greek
2.159.1 to 2.159.4
Melissus, Testimonia 2.159.1-4
Unproofread scanNot analysed yet
ΜΕΛΙΣΣΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ Η ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ. 1 [1 Covotti Stud. Ital. VI 217] SIMPL. phys. 162, 24 καὶ Μ. δὲ τὸ ἀγέννητον τοῦ ὄντος ἔδειξε τῷι κοινῷι τούτῳι χρησάμενος ἀξιώματι· γράφει δὲ οὕτως· ἀεὶ ἦν ὃ τι ἦν καὶ ἀεὶ ἔσται. εἰ γὰρ ἐγένετο, ἀναγκαῖόν ἐστι πρὶν γενέσθαι εἶναι μηδέν· εἰ τοίνυν μηδὲν ἦν, οὐδαμὰ ἂν γένοιτο οὐδὲν ἐκ μηδενός. 2 [2] ——29, 22. 109, 20 ὅτε τοίνυν οὐκ ἐγένετο, ἔστι τε καὶ ἀεὶ ἦν καὶ ἀεὶ ἔσται, καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ᾽ ἄπειρόν ἐστιν. εἰ μὲν γὰρ ἐγένετο, ἀρχὴν ἂν εἴχεν (ἤρξατο γὰρ ἂν ποτε γενόμενον) καὶ τελευτὴν (ἐτελεύτησε γὰρ ἂν ποτε γενόμενον)· ὅτε δὲ μήτε ἤρξατο μήτε ἐτελεύτησεν ἀεὶ τε ἦν καὶ ἀεὶ ἔσται, οὐκ SIMPL. phys. 103, 13 νῦν δὲ τὸν Μελίσσου λόγον ἰδῶμεν, πρὸς ὃν πρότερον ὑπαντᾶ [Arist. phys. A 3. 186a 4]. τοῖς γὰρ τῶν φυσικῶν ἀξιώμασι χρησάμενος ὁ Μ. περὶ γενέσεως καὶ φθορᾶς ἄρχεται τοῦ συγγράμματος οὕτως·