Ancient Greek
2.160.1 to 2.160.3
Melissus, Testimonia 2.160.1-3
Unproofread scanNot analysed yet
ἔχει ἀρχὴν οὐδὲ τελευταίαν. οὐ γὰρ ἀεὶ εἶναι ἀνυστόν, ὅ τι μὴ πᾶν ἐστι². 3. [3] SIMPL. phys. 109, 29 ὅτι δὲ ὥσπερ τὸ ‘ποτὲ γενόμενον’ [B 2] πεπερασμένον τῇ οὐσίᾳ φησίν, οὕτω καὶ τὸ ἀεὶ ὂν ἄπειρον λέγει τῇ οὐσίᾳ, σαφὲς πεποίηκεν εἰπών. ‘ἀλλ’ ὥσπερ ἐστιν ἀεὶ, οὕτω καὶ τὸ μέγεθος ἄπειρον ἀεὶ χρῆ εἶναι². μέγεθος δὲ οὐ τὸ διαστατὸν φησι [vgl. B 10]. 4. [4] ——110, 2 [nach B 9] καὶ ἐφεξῆς δὲ τῷ ἀίδιῳ τὸ ἄπειρον κατὰ τὴν οὐσίαν συνέταξεν εἰπών. ‘ἀρχὴν τε καὶ τέλος ἔχον οὐδὲν οὔτε ἀίδιον οὔτε ἄπειρόν ἐστιν’, ὥστε τὸ μὴ ἔχον ἄπειρόν ἐστιν.