Ancient Greek
2.160.4
Melissus, Testimonia 2.160.4
Unproofread scanNot analysed yet
5. [9] ——110, 5 [nach B 4] ἀπὸ δὲ τοῦ ἀπείρου τὸ ἐν συνελογίσσατο ἐκ τοῦ ‘εἰ μὴ ἐν εἴη, περανεῖ πρὸς ἄλλο². τοῦτο δὲ αἰτιάται Εὐδήμος [fr. 9 Sp.] ὡς ἀδιόριστως λεγόμενον γράφων οὕτως ‘εἰ δὲ δή συγχωρήσειέ τις ἄπειρον εἶναι τὸ ὂν, διὰ τί καὶ ἐν ἐστιν; οὐ γὰρ δή διότι πλείονα, περανεῖ πρὸς ἄλληλα. δοκεῖ γὰρ ὁ παρεληλυθὼς χρόνος ἄπειρος εἶναι περαίνων πρὸς τὸν παρόντα. πάντῃ μὲν οὖν ἄπειρα τὰ πλεῖω τάχα οὐκ ἂν εἴη, ἐπὶ θάτερα δὲ φαίνεται ἐνδέχεσθαι. χρῆ οὖν διορίσαι, πῶς ἄπειρα οὐκ ἂν εἴη, εἰ πλεῖω².