Ancient Greek
2.162.1
Melissus, Testimonia 2.162.1
Unproofread scanNot analysed yet
εἰ ἀλγήσει· ἀπογενομένου γὰρ τεο ἂν ἀλγέσει ἢ προσγενομένου, κοὐκ ἂν ἔτι ὁμοῖον εἴη. 5 οὐδ’ ἂν τὸ ὑγιὲς ἀλγήσαι δύναιτο· ἀπὸ γὰρ ἂν ὀλοῖτο τὸ ὑγιὲς καὶ τὸ ὄν, τὸ δὲ οὐκ ὄν γένοιτο. 6 καὶ περὶ τοῦ ἀνιάσθαι ὡς αὐτὸς λόγος τῷ ἀλγεῖν. 7 οὐδὲ κενεὸν ἐστὶν οὐδέν· τὸ γὰρ κενεὸν οὐδὲν ἐστιν· οὐκ ἂν οὖν εἴη τό γε μηδέν· οὐδὲ κινεῖται· ὑποχωρήσει γὰρ οὐκ ἔχει οὐδαμῇ, ἀλλὰ πλέων ἐστίν. εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἂν εἰς τὸ κενόν· κενοῦ δὲ μὴ ὄντος οὐκ ἔχει ὅκη ὑποχωρήσει. 8 πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἂν εἴη. τὸ γὰρ ἀραιὸν οὐκ ἀνυστὸν πλέων εἶναι ὁμοίως τῷ πυκνῷ, ἀλλ’ ἤδη τὸ ἀραιὸν γε κενεώτερον γίνεται τοῦ πυκνοῦ. 9 κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω· εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέχε-