Ancient Greek
2.162.2
Melissus, Testimonia 2.162.2
Unproofread scanNot analysed yet
πάσχοι, οὐκ ἂν ἔν εἴη. τὸ γὰρ ἡντιναοὖν κίνησιν κινούμενον ἐκ τινος καὶ εἰς ἕτερόν τι μεταβάλλει. οὐθὲν δὲ ἦν ἕτερον παρὰ τὸ ὄν· οὐκ ἄρα τοῦτο κινησεται. 7 καὶ κατ’ ἄλλον δὲ τρόπον· οὐδὲν κενὸν ἐστὶ τοῦ ὄντος· τὸ γὰρ κενὸν οὐδὲν ἐστιν· οὐκ ἂν οὖν εἴη τὸ γε μηδέν. οὐ κινεῖται οὖν τὸ ὄν. ὑποχωρήσει γὰρ οὐκ ἔχει οὐδαμῇ κενοῦ μὴ ὄντος. 8 ἀλλ’ οὐδὲ εἰς ἑαυτὸ συσταλῆναι δυνατόν· εἰ γὰρ ἂν οὕτως ἀραιότερον αὐτοῦ καὶ πυκνότερον· τοῦτο δὲ ἀδύνατον. τὸ γὰρ ἀραιὸν ἀδύνατον ὁμοίως πλήρες εἶναι τῷ πυκνῷ. ἀλλ’ ἤδη τὸ ἀραιὸν γε κενώτερον γίνεται τοῦ πυκνοῦ· τὸ δὲ κενὸν οὐκ ἐστιν. εἰ δὲ πλήρες ἐστὶ τὸ ὄν ἢ μή, κρίνειν χρὴ τῷ εἰσδέχεσθαι τι αὐτὸ ἄλλο ἢ μή· εἰ γὰρ μὴ εἰσδέχεται, πλήρες. εἰ δὲ εἰσδέχοιτό τι, οὐ πλήρες. εἰ οὖν μὴ ἐστὶ κενόν, ἀνάγκη πλήρες εἶναι· εἰ δὲ τοῦτο, μὴ κινεῖσθαι. οὐχ ὅτι μὴ