Ancient Greek
616
Melito Apol., Fragmenta 616
Unproofread scanNot analysed yet
σ λϛʹ Ὀλυμπιάς, σκοπος, μετὰ πολλὰ τῶν ἐπιδοθέντων παρὰ τοῦ αὐτοῦ Ἰουστίνου, φησίν· Οὐκ ἐσμὲν λίθων οὐδεμίαν αἴσθησιν ἐχόντων θεραπευταὶ, ἀλλὰ μόνου Θεοῦ, τοῦ πρὸ πάντων, καὶ ἐπὶ πάντων, καὶ ἐπὶ [ἔτι] τοῦ Χριστοῦ αὐτοῦ ὄντως Θεοῦ Λόγου πρὸ αἰώνων, ἐσμὲν θρησκευταί. Μελίτων Ὀνησίμῳ τῷ ἀδελφῷ χαίρειν. Ἐπειδὴ πολλάκις ἠξίωσας, σπουδῇ τῆ προὸς τὸν λό γον χρώμενος, γενέσθαι σοι ἐκλογὰς ἔκ τε τοῦ νόμου, καὶ τῶν προφητῶν, περὶ τοῦ Σωτῆρος καὶ πάσης τῆς πίστεως ἡμῶν, ἔτι τε καὶ μαθεῖν τὴν τῶν παλαιῶν βιβλίοων ἐβουλήθης ἀκρίβειαν, πόσα τὸν ἀριθμὸν, καὶ ὀποῖα τὴν τάξιν εἶεν, ἐσπούδασα τὸ τοιοῦτο πρᾶξαι,