Ancient Greek
617
Melito Apol., Fragmenta 617
Unproofread scanNot analysed yet
ἐπιστάμενός σου τὸ σπουδαῖον περὶ τὴν πίστιν, καὶ φιλομαθὲς περὶ τὸν λόγον· ὅτι τε μάλιστα πάντων πόθῳ τῷ πρὸς Θεὸν ταῦτα προκρίνεις περὶ τῆς αἰωνίου σωτηρίας ἀγωνιζόμενος. Ἀνελθών οὖν εἰς τὴν ἀνατολὴν, καὶ ἕως τοῦ τόπου γενόμενος, ἔνθα ἐκηρύχθη καὶ ἐπράχθη, καὶ ἀκριβῶς μαθὼν τὰ τῆς Παλαιᾶς Διαθήκης βιβλία, ὑποτάξας ἔπεμψά σοι, ὧν ἐστι τὰ ὀνόματα· Μωϋσέως πέντε· Γένεσις, Ἔξοδος, Λευιτικὸν Ἀριθμοὶ, Δευτερονόμιον· Ἰησοῦς Ναυῆ, Κριταὶ, βοὺθ, Βασιλειῶν τέσσαρα, Παραλειπομένων δύο, Ἰαλμῶν Δαβὶδ, Σολομῶντος Παροιμίαι, αἱ καὶ Σοφία, Ἐκκλησιαστής, Ἀσμα ψσμάτων, Ἰὼβ, Προφητῶν Ἡσαΐου, Ἰερεμίου, τῶν δώδεκα ἐν μονοβίβλῳ, Δανιὴλ, Ἰεσεκιὴλ, Ἔσδρας. Ἐξ ὧν καὶ τὰς ἐκλογὰς ἐποιησάμην οἴς, ἑξ βιβλία διελών. Ὑπὲρ Ἰσαὰκ τοῦ δικαίου ἐφάνη κριὸς εἰς σφαγὴν, γυα δεσμῶν Ἰσαὰκ λυθῇ. Ἐκεῖνος σφαγεὶς ἐλυτρώσατο τὸν Ἰσαὰκ, οὕτως καὶ ὁ Κύριος σφαγεὶς ἔσωσεν ἡμᾶς, καὶ δεθεὶς ἔλυσε, καὶ θυθεὶς ἐλυτρώσατο. Καὶ μετ´ ὀλίγα· Ἠν γὰρ ὁ Κύριος ἀμνὸς, ὡς κριὸς, ὃν εἶδεν