Ancient Greek
620
Melito Apol., Fragmenta 620
Unproofread scanNot analysed yet
Ὡς οὐδεμία ἀνάγκη τοῖς νοῦν ἔχουσιν, ἐξ ὧν μετὰ τὸ βάπτισμα ὁ Χριστὸς ἔπραξε, παριστᾷν τὸ ἀληθὲς, καὶ ἀφάνταστον τῆς ψυχῆς αὐτοῦ, καὶ τοῦ σώματος τῆς καθ´ ἡμᾶς ἀνθρωπίνης φύσεως. Τὰ γὰρ μετὰ τὸ βάπτισμα ὑπὸ Χριστοῦ πραχθέντα, καὶ μάλιστα τὰ σημεῖα, τὴν αὐτοῦ κεκρυμμένην ἐν σαρκὶ θεότητα ἐδήλουν, καὶ ἐπιστοῦντο τῷ κόσμῳ. Θεὸς γὰρ ὢν ὁμοῦτε καὶ ἄνθρωπος τέλειος ὁ αὐτὸς, τὰς δύο αὐτοῦ οὐσίας ἐπιστώσατο ἡμῖν· τὴν μὲν θεότητα αὐτοῦ, διὰ τῶν σημείων ἐν τῆ τριετία, τῇ μετὰ τὸ βάπτισμα· τὴν δὲ ἀνθρωπότητα αὐτοῦ, ἐν τοῖς τριάκοντα χρόνοις, τοῖς πρὸ τοῦ βαπτίσματος, ἐν οἷς, διὰ τὸ ἀτελὲς τὸ κατὰ σάρκα, ἀπέκρυβε τὰ σημεῖα τῆς αὐτοῦ