Ancient Greek
619
Melito Apol., Fragmenta 619
Unproofread scanNot analysed yet
Ὁ Σύρος καὶ ὁ Ἑβραῖος κρεμάμενος φασὶ, ὡς σαφέστερον τυποῦν τὸν σταυρόν. Τὸ Σαβὲκ, ἄφεσίν τινες ἐκδεδώκασιν. Οἱ δὲ ρθιος, ὡς εἶναι αὐτὸ τὸ λεγόμενον, τράγος ὀρθὸς ἐπαναβεβηκὼς φυτῷ· ἐνταῦθα δὲ ὀρθὸς τῶν κεράτων κατεχόμενος, ὡς εἶναι φανερὸν τύπον σταυροῦ. Διὰ τοῦτο δὲ οὐχ ἑρμηνεύεται, ὅτι ἡ Ἑβραϊκὴ μία οὖσα λέξις πολλὰ σημαίνει ἑρμηνευομένη. Πρὸς δὲ τοὺς πυνθανομένους δεῖ ἀποκρίνεσθαι καὶ λέγειν, ὅτι τὸ Σαβὲκ ἐπηρμένος ἑρμηνεύει.