Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment VII
Not analysed yet
Λυσίμαχος δὲ τὴν ἰδίαν ἀρχὴν καταλαβών, δι ̓ ἐπαίνων μὲν τὴν Ἄμαστριν εἶχεν, ἐθαύμαζε δὲ αὐτῆς τούς τε τρόπους καὶ τὴν ἀρχὴν, πρὸς ὄγκον καὶ μέγεθος καὶ ἰσχὺν ὡς ἐκρατύνατο, ἐξαίρων μὲν τὴν Ἡράκλειαν, μέρος δὲ τῶν ἐπαίνων καὶ τὴν Τῖον καὶ τὴν Ἄμαστριν, ἣν ἐπώνυμον ἤγειρεν ἐκείνη, ποιούμενος. (2) Καὶ ταῦτα λέγων τὴν Ἀρσινόην ἠρέθιζε δεσπότιν τῶν ἐπαινουμένων γενέσθαι· ἡ δὲ ἐδεῖτο τυχεῖν ὧν ἐπόθει. Καὶ ὁ Λυσίμαχος σεμνύνων τὸ δῶρον, κατ ̓ ἀρχὰς μὲν οὐ προσίετο· ἐκλιπαρηθεὶς δὲ χρόνῳ παρέσχεν. Ἦν γὰρ δεινὴ περιελθεῖν ἡ Ἀρσινόη, καὶ τὸ γῆρας ἤδη Λυσίμαχον παρεῖχεν εὐεπιχείρητον. (3) Δεξαμένη δ ̓ οὖν ἡ Ἀρσινόη τῆς Ἡρακλείας τὴν ἀρχὴν, πέμπει τὸν Κυμαῖον Ἡρακλείδην, ἄνδρα μὲν εὔνουν αὐτῇ, ἀπότομον δὲ ἄλλως καὶ δεινὸν ἐν βουλευμάτων ἐντρεχείᾳ καὶ ὀξύτητι· ὁ δὲ τῆς Ἡρακλείας ἐπιβάς, τὰ τε ἄλλα σφόδρα ἐπιστρόφως τῶν πραγμάτων ἐξηγεῖτο, καὶ πολλοὺς αἰτίαις ὑποβάλλων τῶν πολιτῶν οὐκ ἐλάττους ἐτιμωρεῖτο, ὡς πάλιν ἀποβαλεῖν αὐτοὺς τὴν μόλις ἐπιφανεῖσαν εὐδαιμονίαν.