Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment VIII
Not analysed yet
Ὁ μέντοι Λυσίμαχος περιδρομῇ Ἀρσινόης τον ἄριστον τῶν παίδων καὶ πρεσβύτερον Ἀγαθοκλέα (ἐκ προτέρων δὲ φὺς ἦν αὐτῷ γάμων) κατ ̓ ἀρχὰς μὲν λανθάνοντι φαρμάκῳ, ἐκείνου δὲ κατὰ πρόνοιαν ἐξεμεθέντος, ἀναιδεστάτῃ διαχειρίζεται γνώμῃ· δεσμωτηρίῳ ἐμβαλὼν κελεύει κατακοπῆναι, ἐπιβουλὴν αὑτῷ καταψευσάμενος. Ὁ δὲ Πτολεμαῖος, ὃς αὐτόχειρ τοῦ μιάσματος ἐγεγόνει, ἀδελφὸς ἦν Ἀρσινόης, καὶ ἐπώνυμον διὰ τὴν σκαιότητα καὶ ἀπόνοιαν τὸν κεραυνὸν ἔφερεν. (2) Ὁ τοίνυν Λυσίμαχος διὰ τὴν παιδοκτονίαν μῖσός τε δίκαιον παρὰ τῶν ὑπηκόων ἐλάμβανε, καὶ Σέλευκος ταῦτα πυθόμενος, καὶ ὡς εὐχερὲς εἴη τοῦτον παραλῦσαι τῆς ἀρχῆς τῶν πόλεων ἀφεσταμένων αὐτοῦ, μάχην συνάπτει πρὸς αὐτόν. Καὶ πίπτει ἐν τῷ πολέμῳ Λυσίμαχος παλτῷ βληθείς· ὁ δὲ βαλὼν ἀνὴρ Ἡρακλεώτης ἦν, ὄνομα Μαλάκων, ὑπὸ Σελεύκῳ ταττόμενος. Πεσόντος δὲ, ἡ τούτου ἀρχὴ προσχωρήσασα τῇ τοῦ Σελεύκου μέρος κατέστη. Ἀλλ ̓ ἐνταῦθα μὲν καὶ τὸ ιβʹ τῆς Μέμνονος ἱστορίας λήγει.