Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment X
Not analysed yet
Ζιποίτης δὲ ὁ Βιθυνῶν ἐπάρχων, ἐχθρῶς ἔχων Ἡρακλεώταις πρότερον μὲν διὰ Λυσίμαχον, τότε δὲ διὰ Σέλευκον (διάφορος γὰρ ἦν ἑκατέρῳ), τὴν κατ ̓ αὐτῶν τῶν ἐπιδρομὴν, ἔργα κακώσεως ἀποδεικνὐς, ἐποιεῖτο. Οὐ μὴν οὐδὲ τὸ αὐτοῦ στράτευμα κακῶν ἀπαθεῖς ἔπραττον ἅπερ ἔπραττον, ἔπασχον δὲ καὶ αὐτοὶ ὧν ἔδρων οὐ κατὰ πολὺ ἀνεκτότερα.