Ancient Greek
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment IX
Not analysed yet
Ἐν δὲ τῷ ιγʹ τοὺς Ἡρακλεώτας λέγει πυθομένους τὴν ἀναίρεσιν τοῦ Λυσιμάχου καὶ ὡς εἴη ὁ τοῦτον ἀπεκτονὼς Ἡρακλεώτης, τὰς τε γνώμας ἀναρρώννυσθαι καὶ πρὸς τὸν τῆς ἐλευθερίας ἀνδραγαθίζεσθαι πόθον, ἣν δʹ καὶ π ̓ ἔτεσιν ὑπό τε τῶν ἐμφυλίων τυράννων καὶ μετ ̓ ἐκείνους ὑπὸ Λυσιμάχου ἀφῄρηντο. (2) Προσῆλθον οὖν πρότερον Ἡρακλείδῃ, πείθοντες αὐτὸν μὲν ἐκχωρεῖν τῆς πόλεως, οὐκ ἀπαθῆ κακῶν μόνον ἀλλὰ καὶ λαμπροῖς δώροις ἐφοδιαζόμενον, ἐφ ̓ ᾧ τὴν ἐλευθερίαν ἐκείνους ἀναλαβεῖν. (3) Ὡς δὲ οὐ μόνον οὐκ ἔπειθον, ἀλλὰ καὶ εἰς ὀργὴν ἐκπεσόντα εἶδον καί τινας αὐτῶν καὶ τιμωρίαις ὑπάγοντα, συνθήκας θέμενοι πρὸς τοὺς φρουράρχους οἱ πολῖται, αἵ τήν τε ἰσοπολιτείαν αὐτοῖς ἔνεμον καὶ τοὺς μισθοὺς λαβεῖν ὧν ἐστέρηντο, συλλαμβάνουσι τὸν Ἡρακλείδην καὶ φυλαττόμενον εἶχον ἐπὶ χρόνον. Ἐκεῖθεν λαμπράς ἀδείας λαβόντες τῆς τε ἀκροπόλεως μέχρις ἐδάφους τὰ τείχη κατέβαλον, καὶ πρός Σέλευκον διεπρεσβεύοντο, τῆς πόλεως ἐπιμελητὴν προστησάμενοι Φώκριτον.