Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XLVII
Not analysed yet
Ἱστορία δὲ ἡ ἐφεξῆς τάδε ἀφηγεῖται. Ἀναλαβὼν Κόττας τὰ Ῥωμαῖκὰ στρατεύματα κατὰ τῆς Ἡρακλείας ἐχώρει. Ἀλλὰ πρῶτος μὲν ἐπὶ Προυσιάδος ἦγεν (ἡ δὲ Προυσιὰς πρὶν μὲν ἀπὸ τοῦ παραρρέοντος αὐτὴν ποταμοῦ Κίερος ἐκαλεῖτο, ὁ δὲ τῆς Βιθυνίας βασιλεὺς τῶν Ἡρακλεωτῶν ταύτην ἀφελόμενος ἐξ ἑαυτοῦ μετωνόμασεν), ἐντεῦθεν δὲ ἐπὶ τὴν Ποντικὴν κατῆλθε θάλασσαν, καὶ παρελθὼν τὴν παραλίαν τοῖς κατὰ κορυφὴν τείχεσι τὸ στράτευμα περιέστησεν. (2) Ἐθάρρουν μὲν τῇ τοῦ χωρίου οἱ Ἡρακλεῶται ὀχυρότητι, καὶ καρτερῶς τοῦ Κόττα πολιορκοῦντος, σὺν τοῖς φρουροῖς ἀντεμάχοντο καὶ φόνος ἦν τοῦ Ῥωμαῖκοῦ πλήθους πλέον, τραύματα δὲ πολλὰ τῶν Ἠρακλεωτῶν ἐκ τῶν βελῶν. Κόττας οὖν ἀνακαλεῖται τῆς τειχομαχίας τὸ στράτευμα, καὶ μικρὸν στρατοπεδεύων δεύων ἄποθεν, ὅλον ἔτρεπε τὸν σκοπὸν εἰς τὸ τὰς ἐπὶ ταῖς χρείαις ἐξόδους εἴργειν τῶν πολιορκουμένων. Σπανιζόντων δὲ τῇ πόλει τῶν ἐπιτηδείων, πρεσβεία πρὸς τὸνς ἀποίκους ἐξεπέμπετο, τροφῆς δι ̓ ὠνῆς αἰτοῦσα χορηγίαν· οἱ δὲ τῇ πρεσβείᾳ ἠσμένιζον.