Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XLVIII
Not analysed yet
Πρὸ βραχέος δὲ ὁ Τριάριος τὸν Ῥωμαϊκὸν στόλον ἔχων, ὥρμησεν ἀπὸ Νικομηδείας ἐπὶ τὰς Ποντικὰς τριήτεισ, ἃς προεῖπεν ὁ λόγος περί τε Κρήτην καὶ Ἰβηρίαν ἐξαποσταλῆναι. Μαθὼν δὲ τὰς ὑπολοίπους εἰς τὸν Πόντον ἀνακεχωρηκέναι (πολλαὶ γὰρ αὐτῶν καὶ χειμῶνι καὶ ταῖς κατὰ μέρος ναυμαχίαις εἰς διαφθορὰν ἔδυσαν), καταλαμβάνει δὲ ταύτας, καὶ τὴν μάχην περὶ τὴν Τένεδον συγκροτεῖ, ἑβδομήκοντα μὲν ἔχων τριήρεις αὐτὸς, τῶν δὲ Ποντικῶν ἀγόντων Βραχὺ δεούσας τῶν ὀγδοήκοντα. (2) Ἐπεὶ δὲ συνέστη ὁ πόλεμος, κατ ̓ ἀρχὰς μὲν ἀντεῖχον οἱ τοῦ βασιλέως, ὕστερον δὲ τροπῆς αὐτῶν λαμπρᾶς γενομένης, τὸ Ῥωμαίων ἀνὰ κράτος ἐνίκησε στράτευμα, καὶ οὕτως ἅπας ὁ Μιθριδάτειος στόλος, ὅσος ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέπλευσεν, ἑάλω.