Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XVII
Not analysed yet
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐκδέχεται τοὺς Ἡρακλεώτας ὁ πρὸς Ζιποίτην τὸν Βιθυνὸν πόλεμος, ὅς τῆς Θυνιακῆς ἐπῆρχεν θρᾴκης. Ἐν ᾧ πολέμῳ πολλοὶ τῶν Ἡρακλεωτῶν γενναίως ἀνδρισάμενοι κατεκόπησαν. Καὶ νικᾷ μέν κατὰ κράτος ὁ Ζιποίτης, συμμαχίδος δὲ δυνάμεως τοῖς Ἡρακλεώταις ἐπελθούσης, φυγῇ τὴν νίκην καταισχύνει· οἱ δὲ ἡττημένοι τοὺς σφετέρους νεκροὺς ἀδεῶς ἀναλαβόντες καὶ καύσαντες, εἶτα καὶ πάντων κύριοι, περὶ ὧν ἦν ὁ πόλεμος, καταστάντες, καὶ τὰ ὀστᾶ τῶν ἀνῃρημένων ἀνακομίσαντες εἰς τὴν πόλιν, ἐπιφανῶς ἐν τῷ τῶν ἀριστέων ἔθαψαν μνήματι.