Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XVIII
Not analysed yet
Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀντιόχῳ τῷ Σελεύκου καὶ Ἀντιγόνῳ τῷ Δημητρίου, μεγάλων ἑκατέρωθεν στρατευμάτων ἀντιπαραταττομένων, κινεῖται ὁ πόλεμος καὶ χρόνον συχνὸν κατέτριψε· συνεμάχει δὲ τῷ μὲν ὁ τῆς Βιθυνίας βασιλεὺς Νικομήδης, Ἀντιόχῳ δέ πολλοὶ ἕτεροι. Οὔπω δὲ συρραγεὶς Ἀντίοχος Ἀντιγόνῳ, τὸν πρὸς Νικομήδην χειρίζεται πόλεμον· ὁ δὲ Νικομήδης ἀλλαχόθεν τε δυνάμεις ἀθροίζει, καὶ συμμαχεῖν πρὸς Ἡρακλεώτας διαπρεσβευσάμενος, τριήρεις τρισκαίδεκα συμμάχους λαμβάνει, καὶ λοιπὸν ἀντικαθίσταται τῷ τοῦ Ἀντιόχου στόλῳ. Ἐπὶ χρόνον δέ τινα ἀντικαταστάντες ἀλλήλοις, οὐδέτεροι μάχης ἦρξαν, ἀλλ ̓ ἄπρακτοι διελύθησαν.