Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXIX
Not analysed yet
Ῥωμαίοις δὲ πρὸς Μάρσους καὶ Πιλιγνοὺς καὶ Μαρρουκίνους (ἔθνη δὲ εἰσι ταῦτα ὑπὲρ Λιβύης κατῳκημένα, Γαδείρων ὅμορα) δυσί τε τριήρεσι καταφράκτοις Ἡρακλεῶται συνεμάχησαν, καὶ συγκατορθώσαντες τὸν πόλεμον καὶ πολλῶν ἀριστειῶν ἀξιωθέντες ἑνδεκάτῳ ἔτει πρὸς τὴν πατρίδα ἀνεκομίσθησαν.