Ancient Greek · ~5 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXX
Not analysed yet
Μετὰ ταῦτα δὲ ὁ πρὸς Ῥωμαίους βαρὺς Μιθριδάτῃ τῷ Πόντου βασιλεῖ συνέστη πόλεμος, φαινομένην λαβὼν αἰτίαν τὴν τῆς Καππαδοκίας κατάληψιν. Ταύτης γὰρ δι ̓ ἀπάτης καὶ ὅρκων συμβατηρίων τὸν ἀδεφιδοῦν Ἀράθην συλλαβὼν ὁ Μιθριδάτης, αὐτοχειρίᾳ ἀδελφῆς τοῦ Μιθριδάτου Ἀριαράθῳ γεγένητο. (2) Φονικώτατος δὲ ἐκ παιδὸς ὁ Μιθριδάτης ἦν· τὴν γὰρ ἀρχὴν τρισκαιδεκαέτης παραλαβὼν μετ ̓ οὐ πολὺ τὴν μητέρα, κοινωνὸν αὐτῷ παρὰ τοῦ πατρὸς τῆς βασιλείας καταλειφθεῖσαν, δεσμωτηρίῳ κατασχὼν, βίᾳ καὶ χρόνῳ ἐξηνάλωσε· καὶ τὸν ἀδελφὸν ἀπέκτεινε. Κατεστρέψατο δὲ πολέμῳ καὶ τοὺς περὶ τὸν Φᾶσιν βασιλεῖς ἕως τῶν κλιμάτων τῶν ὑπὲρ τὸν Καύκασον, καὶ τὴν ἀρχὴν ηὔξησε, καὶ ἐπὶ μέγα ἀλαζονείας ἐξώγκωτο. Δι ̓ ἃ μᾶλλον Ῥωμαῖοι τὴν αὐτοῦ διάνοιαν ὕποπτον ποιούμενοι, τοῖς Σκυθῶν βασιλεῦσιν ἐψηφίσαντο τὰς πατρῴας αὐτὸν ἀρχὰς ἀποκαταστῆσαι. (3) Ὁ δὲ μετρίως μὲν τοῖς προσταττομένοις ὑπήκουε, συμμάχους δὲ Πάρθους καὶ Μήδους, καὶ Τιγράνην Ἀρμένιον καὶ τοὺς Σκυθικοὺς Βασιλεῖς καὶ τὸν Ἴβηρα προσηταιρίζετο. Προσετίθει δὲ καὶ ἑτέρας τοῦ πολέμου αἰτίας. Τῆς γὰρ ἐν τῇ Ῥώμῃ συγκλήτου Νικομήδην τὸν ἐκ Νικομήδους καὶ Νύσης βασιλέα Βιθυνίας καθιστώσης, Μιθριδάτης Σωκράτην τὸν Χρηστὸν ἐπικληθέντα Νικομήδει ἀντεκαθίστη. Ἐπεκράτει δὲ ὅμως ἡ Ῥωμαίων κρίσις καὶ ἄκοντος Μιθριδάτου.