Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXXIII
Not analysed yet
Χίους δὲ ὡς Ῥοδίοις συμμαχήσαντας αἰτιασάμενος ὁ Μιθριδιάτης, κατ ̓ αὐτῶν Δορύλαον ἐκπέμπει, ὃς, εἰ καὶ πολλῷ πόνῳ, τὴν πόλιν κατέσχε, καὶ τὴν μὲν χώραν κατένειμε τοῖς Ποντικοῖς, τοὺς δὲ πολίτας πλοίοις ἐμβαλὼν, διέφερεν ἐπὶ τὸν Πόντον. (2) Ἡρακλεῶται δὲ, ἐπεὶ φιλία αὐτοῖς πρὸς χίους ἦν, ἐν τῷ παράπλῳ τὰς Ποντικὰς νῆας, αἳ τοὺς αἰχμαλώτους ἦγον, ἐφορμήσαντες αὐταῖς οὐδ ̓ ἀνθισταμέναις (οὐδὲ γὰρ ἐξήρκουν) κατῆγον ἐπὶ τὴν πόλιν. Καὶ παραυτίκα τὰ πρὸς τὴν κρείαν χορηγοῦντες ἀφθόνως τοῖς χιώταις, τούτους ἀνελάμβανον, καὶ ὕστερον μεγαλοπρεπῶς δωρησάμενοι, ἐν τῇ πατρίδι ἀποκατέστησαν.