Ancient Greek
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXXIV
Not analysed yet
Ἡ δὲ σύγκλητος Φλάκκον Οὐαλέριον καὶ Φιμβρίαν πέμπει πολεμεῖν Μιθριδάτῃ, ἐπιτρέψασα καὶ Σύλλᾳ συλλαμβάνειν τοῦ πολέμου, ὅμοια φρονοῦντι τῇ συγκλήτῳ· εἰ δὲ μὴ, τὴν πρὸς αὐτὸν πρότερον συνάψαι μάχην. Οὗτος κατ ̓ ἀρχὰς μὲν ποικίλαις ἐπάλαιε συμφοραῖς (λιμόν τε γὰρ καὶ τὰ ἀπὸ τῆς μάχης πταίσματα ἐπὶ Βιθυνίαν διαβαλὼν, κἀκεῖθεν ἐπὶ Νίκαιαν, τῆς πορείας ἔστη. Ὡσαύτως δὲ καὶ Φιμβρίας ἅμα τοῖς σὺν αὐτῲ διεπεραιώθη. (2) Φλάκκου δὲ δυσχεραίνοντος, ὅτι Φιμβρίαν μᾶλλον, ἅτε δὴ φιλανθρώπως ἄρχοντα, τὸ πλῆθος [ἄρχειν] ἠγάπα, καὶ διαλοιδορουμένου αὐτῷ τε καὶ τῶν στρατιωτῶν τοῖς ἐπιφανεστέροις, δύο τῶν ἄλλων πλέον εἰς ὀργὴν ἐξαφθέντες ἀποσφάττουσιν αὐτόν. Ἐφ ̓ οἷς ἡ σύγκλητος κατὰ Φιμβρίου ἠγανάκτησεν. Ὅμως οὖν τὴν ἀγανάκτησιν κρύπτουσα, ὑπατείαν αὐτῷ ψηφισθῆναι διεπράξατο. Ὁ δὲ πάσης γεγονὼς ἡγεμὼν τῆς δυνάμεως, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βιαζόμενος τῶν πόλεων προσήγετο. Ὁ δὲ τοῦ Μιθριδάτου υἱὸς, Ταξίλλην καὶ Διόφαντον καὶ Μένανδρον τοὺς ἀρίστους τῶν στρατηγῶν ἔχων μεθ ̓ ἑαυτοῦ καὶ πολλὴν ἄγων δύναμιν, τῷ Φιμβρίᾳ ὑπηντίαζε. (3) Τὰ μὲν οὖν πρῶτα τὸ ἐπικρατέστερον οἱ βάρβαροι ἔφερον· Φιμβρίας δὲ ἀνασώσασθαι στρατηγήματι τὰς ἐκ παρατάξεως ἐλαττώσεις διανοούμενος (τὸ γὰρ πολέμιον ὑπερεῖχε πλήθει), ὡς ἐπί τινα ποταμὸν τῶν μαχομένων ἑκατέρα δύναμις ἧκε, καὶ μέσον ἀμφοῖν τοῦτον ἐποιήσαντο, ὄμβρου περὶ τὸν ὄρθρον ῥαγέντος, ἀπροσδόκητος ὁ τῶν Ῥωμαίων στρατηγὸς διαβαίνει τὸν ποταμὸν, καὶ ὕπνῳ τῶν πολεμίων ἐν ταῖς σκηναῖς κατεχομένων ἐπιπεσὼν μηδ ̓ αἰσθανομένους κατέκτεινεν, ὀλίγων τῶν ἐν ἡγεμονίαις διαπεφευγότων τὸν ὄλεθρον καὶ τῶν ἰππέων. Μεθ ̓ ὧν καὶ Μιθριδάτης ὁ Μιθριδάτου, καὶ πρὸς τὸ Πέργαμον πρὸς τὸν πατέρα Μιθριδάτην ἅμα τοῖς συνεπισπασαμένοις διασώζεται. Οὕτω δὲ βαρείας τῆς συμφορᾶς καὶ λαμπρᾶς τοῖς βασιλικοῖς συμπεσούσης, αἱ πλεῖσται τῶν πόλεων πρὸς τοὺς Ῥωμαίους μετέθεντο.