Ancient Greek
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXXVI
Not analysed yet
Παρὰ τῆς συγκλήτου δὲ Μουρήνας ἡγεμὼν πέμπεται, καὶ Μιθριδάτης διαπρεσβεύεται πρὸς αὐτὸν, τὰς περὶ Σύλλαν ὁμολογίας ἅμα τε προτείνων καὶ βεβαίους ἀξιῶν εἶναι. Ὁ δὲ μὴ θέμενος τῇ πρεσβείᾳ (καὶ γὰρ καὶ οἱ πρέσβεις, Ἕλληνες ὄντες καὶ τὸν βίον φιλόσοφοι, τὸν Μιθριδάτην μᾶλλον διέσυρον ἢ συνίστων) ὥρμητο ἐπὶ τὸν Μιθριδάτην· καὶ τῷ τε Καππαδοκίας Ἀριοβαρζάνῃ τὴν ἀρχὴν βεβαιοτέραν ἐποίει, καὶ ἐπὶ ταῖς εἰσβολαῖς τῆς Μιθριδάτου βασιλείας κτίζει πόλιν Ἐκίνειαν. (2) Ἐν τούτοις ὅ τε Μουρήνας καὶ ὁ Μιθριδάτης διαπρεσβεύονται πρὸς Ἡρακλεώτας, ἀνὰ μέρος ἑκάτερος κατὰ τοῦ ἑτέρου καλῶν ἐπὶ συμμαχίᾳ. Τῶν μὲν οὖν. Ῥωμαίων τὴν ἰσχὺν φοβερὰν ἡγοῦντο, ὠρρώδουν δὲ καὶ τὴν γειτνίασιν τοῦ Μιθριδάτου. Διὸ ἀποκρίνονται τοῖς παρ ̓ αὐτῶν πρέσβεσιν, ὡς τοσούτων πολέμων ἀναρραγέντων μόλις ἂν τὴν ἰδίαν τηρεῖν δύνασθαι, μήτι γε ἑτέροις ἐπικουρεῖν. (3) Ἀλλὰ γὰρ Μουρήνᾳ μὲν συνεβούλευον οὐκ ὀλίγοι πρὸς τὴν Στνώπην ὁρμᾶν, καὶ περὶ τοῦ βασιλείου κινεῖν τὸν πόλεμον, ὡς, εἰ ταύτην ἕλοι, τῶν λοιπῶν κρατήσει ῥᾳδίως. Ὁ δὲ Μιθριδάτης πολλῇ δυνάμει κατασφαλισάμενος ταύτης εἰς αὐτοπρόσωπον πόλεμον καθειστήκει. Καὶ πείραις μὲν ταῖς κατ ̓ ἀρχὰς ἐπικρατέστερα ἦν τὰ τοῦ βασιλέως, εἶτα εἰς ἀγχώμαλον ἡ μάχη συνεστράφη, καὶ εἰς ὄκνον ἡ μάχη τὸ πρόθυμον περιέστησε τῶν πολεμίων. Διὸ καὶ Μιθριδάτης μὲν εἰς τὰ περὶ τὸν Φᾶσιν καὶ τὸν Καύκασον ἐτράπετο, Μουρήνας δὲ ἀπῆρεν εἰς τὴν Ἀσίαν, καὶ τὰ οἰκεῖα ἕκαστος διετίθει.