Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXXVII
Not analysed yet
Μετ ̓ οὐ πολὺν δὲ χρόνον Σύλλας ἐν Ῥώμῃ τελευτᾷ· καὶ πέμπουσιν ἡ σύγκλητος ἐπὶ μὲν τὴν βιθυνίαν Αὐρήλιον Κότταν, ἐπὶ δὲ τὴν Ἀσίαν Λεύκιον Λεύκολλον, οἷς ἡ ἐντολὴ πολεμεῖν Μιθριδάτῃ. Μιθριδάτης δὲ ἄλλον τε στρατὸν συχνὸν παρεσκευάζετο, καὶ τριήρεις μὲν υʹ, τῶν δὲ μικροτέρων νηῶν πεντηκοντέρων τε καὶ κερκούρων ἀριθμὸς ἦν οὐκ ὀλίγος. Διοφάντῳ δὲ τῷ Μιθἀρον δύναμιν δοὺς, πέμπει πρὸς τὴν Καππαδοκίαν, φρουρὰς ταῖς πόλεσιν ἐγκαθιστάναι· εἰ δὲ Λεύκολλος εἰς τὸν Πόντον ἐφίκοιτο, ὑπαντιάζειν καὶ τῆς πρόσω πορείας ἀπείργειν. (2) Αὐτὸς δὲ μεθ ̓ ἑαυτοῦ πεζὸν μὲν στρατὸν ἦγε πεντεκαίδεκα μυριάδας, ἱππεῖς δὲ δισχιλίους ἐπὶ τοῖς μυρίοις· ἅρματά τε δρεπανηφόρα συνεπῆγεν κʹ καὶ ρʹ, καὶ πᾶσαν ἄλλην μηχανοποιὸν οὐκ ἐνδέουσαν πληθύν. Ἠπείγετο δὲ διὰ τῆς Τιμωνιτίδος Παφλαγονίας εἰς τὴν Γαλατίαν, καὶ ἐναταῖος εἰς τὴν Βιθυνίαν ἀφικνεῖται. Λεύκολλος δὲ Κότταν μέν ἐφορμεῖν κελεύεν τῷ Καλχηδονίων λιμένι παντὶ τῷ ναυτικῷ.