Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_MEMNON
MEMNON, Fragmenta Fragment XXXVIII
Not analysed yet
Τὸ δὲ Μιθριδάτου ναυτικὸν παραπλέον τὴν Ἡράκλειαν, παρ ̓ αὐτῆς οὐκ ἐδέχθη, ἀλλ ̓ ἀγορὰν μὲν αἰτησαμένων παρέσχον· οἷα δὲ εἰκὸς, ἐπιμιξίας γενομένης, Ἀρχέλαος ὁ τοῦ ναυτικοῦ στρατηγὸς συνέλαβε Σιλῆνον καὶ Σάτυρον ἐπιφανεῖς τῆς Ἡρακλείας ἄνδρας, καὶ οὐκ ἀνῆκεν ἕως ἄν ἔπεισε λαβεῖν πέντε τριήρεις συμμαχίδας εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. (2) Καὶ ἀπὸ ταύτης τῆς πράξεως (ὅπερ καὶ Ἀρχέλαος ἐμηχανᾶτο) τὴν Ῥωμαίων ἀπέχθειαν ὁ Ἡρακλεώτης δῆμος ἐκτήσατο. Δημοσιωνίας δὲ τῶν Ῥωμαίων ἐν ταῖς ἄλλαις πόλεσι καθιστώντων, καὶ τὴν Ἡράκλειαν διὰ τὴν εἰρημένην αἰτίαν ταύταις ὑπέβαλλον. (3) Οἱ δὲ, δημοσιῶναι πρὸς τὴν πόλιν ἀφικόμενοι, παρὰ τὰ ἔθη τῆς πολιτείας καὶ ἀργύριον ἀπαιτοῦντες τοὺς πολίτας ἐλύπουν, ἀρχήν τινα δουλείας τοῦτο νομίζοντας. Οἱ δὲ, διαπρεσβεύσεσθαι δέον πρὸς τὴν σύγκλητον ὥστε δημοσιωνίας ἀπολυθῆναι, ἀναπεισθέντες ὑπό τινος Θρασυτάτου τῶν ἐν τῇ πόλει τοὺς τελώνας ἀφανεῖς ἐποίησαν, ὡς καὶ τὸν θάνατον αὐτῶν ἀγνοεῖσθαι.