Ancient Greek
174.2 to 175.32
Menander Comic., Fragmenta 174.2-175.32
Unproofread scanNot analysed yet
ὅταν δ᾽ ἀγροπνεῖν εἴπης, τί σ᾽ ἐγείρει συννοῶν τὴν αἰτίαν γνώσει· περιπατήσας βραχὺ εἰσῆλθες εὐθύς, ἂν κοπιάσῃς τῷ σκέλει· μαλακῶς ἐλούσω· πάλιν ἀναστὰς ἐνέπιες 5 πρὸς ἡδονήν, ὕπνος αὐτὸς ὁ βαρύνει σ᾽ ἄρει. τὸ πέρας, κακὸν ἔχεις οὐδέν· ἡ νόσος τρωφὴ ἐσθ᾽ ἣν διήλθες· φορτιωτέρον δέ τι ἐπέρχεται μοι, τρώφιε, συγγνώμην δ᾽ ἔχε· ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ τὸ δὴ λεγόμενον, οὐχ ἔχεις ὅπου χέσῃς ὑπὸ τῶν ἀγαθῶν, εὖ ἴσθι· μὴ μείζον κακὸν γένοιτο· ἀλλ’ ἥ λέγω, νὴ τοὺς θεούς· τοῦτ’ ἔστι τἀρρώστημα. Β. καὶ μήν, ὦγαθέ, ὅπως ἐμαντοῦ καὶ βαρέως ἄγαν ἔχω. Α. φιλόνοιχόν ἐστι τάνθρωπον κοῦ φιλεῖ εἰκεῖν· πᾶν γὰρ τοῦτ’, εἰ λελόγισαι, νῦν λέγεις. Β. τί δὴ παραίνεις; Α. ὅ τι παραίνω; γὼ φράσω. εἰ μὲν τι κακὸν ἀληθῆς εἶχες, Φειδία, ζητεῖν ἀληθὲς φάρμακον τοῦτον σ’ ἔδει· νῦν δ’ οὐχ ἔχεις· κενὸν ἄρα καὶ τὸ φάρμακον πρὸς τὸ κενόν· εἰ δ’ οὔκ τι σ’ ὠφελεῖν τοῦδε, περιμαζάτωσαν κτλ. εἰ γὰρ ἐγένου σύ, Τρόφιμε, τῶν πάντων μόνος, ὅτ’ ἐτίκτεν ἡ μήτηρ σ’, ἐφ’ ᾧ τε διατελεῖν πρώτων ἂ βούλει καὶ διευτυχεῖν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὁμολογήσει σοι, ὅρθως ἀγανακτεῖς· ἐστι γὰρ σ’ ἐφευσμένος ἀτοπὸν τε πεποίηκ’. εἰ δ’ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφ’ οἷσπερ ἡμεῖς ἐσπασας τὸν ἄερα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἴστέον ἄμεινον ταῦτα καὶ λογιστέον. τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὐ μεταβολὴν θάττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῶν οὐδὲν λαμβάνει. καὶ μᾶλα δικαίως· ἀσθενέστατον γὰρ ὃν φύσει μερίστοις οἰκονομεῖται πράγμασιν, ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει κακά. σὺ δ’ οὐδ’ ὑπερβάλλοντα, Τρόφιμ’, ἀπόλεσας ἀγαθά, τὰ νυνί τ’ ἐστι μέτριά σοι κακά. ὥστ’ ἀνὰ μέσον πον καὶ τὸ λοιπὸν [δὴ] φέρε. ἀπεικῶς εἴποι . . . τὸ ὑπὸ τοῦ Μενάνδρου ἠρθὲν κτλ. v. 1—9