Ancient Greek
176.2 to 176.12
Menander Comic., Fragmenta 176.2-12
Unproofread scanNot analysed yet
καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνόμειθα· οὐκ ἐξετάζειν μὲν τὰ μηδὲν χρήσιμα, τίς ἤν ὁ πάππος ἢς γαμεῖ, τίθη δὲ τίς, 5 τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ’ ἣς βιώσεται, μήτ’ ἐξετάσαι μήτ’ ἰδεῖν· οὐδ’ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ’, ἵνα εἰ τἀργύριον καλὸν ἐστι δοκιμαστής ἴδη, ὁ πέντε μῆνας ἐνδον οὐ γενήσεται, 10 τῆς διὰ βίου δ’ ἐνδον καθεδουμένης ἀεὶ μὴ δοκιμάσαντα μηδὲν, ἀλλ’ εἴκῃ λαβεῖν ἀγνώμον’, ὀργίλην, χαλεπήν, ἐὰν τύχη, λάλον. περιάζω τὴν ἐμαντοῦ θυγατέρα τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν,