Ancient Greek
180.11 to 182.26
Menander Comic., Fragmenta 180.11-182.26
Unproofread scanNot analysed yet
αὐτοὺς γὰρ ἔξεις τοὺς θεοὺς ὑπηρέτας. ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ, ἐμβλέψων εἰς τὰ μνήμαθ’ ὡς ὁδοιπορεῖς. ἐνταῦθ’ ἔνεστ’ ὅστὰ τε καὶ κοῦφη κόνις ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν καὶ μέγα φρονοῦντων ἐπὶ γένει καὶ χρήμασιν αὐτῶν τε δόξῃ κάπλ κάλλει σωμάτων. κατ’ οὐδὲν αὐτοῖς τῶνδ’ ἐπήρκεσεν χρόνος. κοινὸν τὸν ἄδην ἔσχον οἱ πάντες βροτοί. πρὸς ταῦθ’ ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ. cf. Philem. 116. Theophylact. Simoc. Epist. 85 (Gnomol. Vind. Ritschl. Opusc. I 566, 85) εἰ λύπης ἐθέλεις κρατεῖν, περισβόλει τοὺς τάφους. . . καὶ τὰς μεγίστας τῶν ἀνθρώπων εὐδαιμονίας ἐπόψει περαιτέρω κόνινος μὴ κεκτημένας τὸ φύσημα. —2. scr. ὡς ὁδοιπόρος. 8. ἔσχον] ἔλαχον K. ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος ποιεῖν πᾶν ἂν γένοιτο· πλούσιος τρόπον τινά· πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος· τὸ σῶμ' ὀμιάνει τινὰ δίαιταν προσφέρων. 5 πλὴν ἐν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα εὑρεῖν, δι' οὐ τρόπον τις οὐ λυπήσεται. οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον λύπην, παρέχει δὲ φροντίδας καὶ τάγαθά. Apoll. 2, 36 p. 88 πολλοὺς οἶδα τῶν σφόδρα ἡγουμένων ἐξ πράτ- τειν οὐδὲ καθεύδειν δυναμένους, ἀλλ' ἐκπηδῶντας τοῦ ὕπνου, καὶ τοῦτ' ἂν εἴη τὸ παρέχειν φροντίδας καὶ τάγαθά. 1. βουληθεὶς] πᾶς. πῶς AB. τρόπον τινά Mein.] τρόπον οὕτος. 4. ὀμιάνειν AB. πῦρ ἔχει. μειράκιον, οὐ μοι κατανοεῖν δοκεῖς ὅτι ὑπὸ τῆς ἰδίας ἑκάστα κακίας σήπεται, καὶ πᾶν τὸ λυμαινόμενον ἐστιν ἐνδοθεν. οἷον ὁ μὲν ἰὼς, ἂν σκοπήσῃς, τὸ σιδήριον, 5 τὸ δ' ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρίψ τὸ ξύλον. σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων, φθόνος φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ, ψυχῆς πονηρᾶς δυσσερῆς παράστασις. ἐστιν ἐνδοθεν Dobr. Adv. II 282] πάντα τὰ λυμαινόμεν' ἐνδοθέν ἐστιν A Voss. ἐνεστιν ἐνδοθεν Grot. 4. ἂν] ἐὰν Voss. τῶν σκοπη παραστάτης Arsen. Polyb. 6, 10 (Grot.) καθάπερ σιδήρῳ μὲν ἰὼς, ξύλοις δὲ θρίπες καὶ τερηδόνες συμφανεῖς εἰσὶ λύμαι. . . τὸν αὐτὸν τρόπον καὶ τῶν πολιτεῶν κατὰ φύσιν ἑκάστη παρέπεται τις κακία. Diog. L. 6, 5