Ancient Greek
178.2 to 180.7
Menander Comic., Fragmenta 178.2-180.7
Unproofread scanNot analysed yet
ἅπαντα τὰ ζῷ' ἐστὶ μακαριώτατα καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου πολύ. τὸν ὄνον ὁρῶν ἐξεστι πρῶτα τουντοῦ, οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως· 5 τούτῳ κακῶν δι' αὐτὸν οὐδὲν γίνεται, ἀ δ' ἡ φύσις δέδωκεν αὐτῷ ταῦτ' ἔχει. ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν αὐτοὶ παρ' αὐτῶν ἕτερα προσπορίζομεν. [λυποῦμεθ' ἂν πτάγῃ τις, ἂν εἴπῃ κακῶς 10 ὀργιζόμεθ', ἂν ἴδῃ τις ἐνύπνιον σφόδρα φοβοῦμεθ', ἂν γλανὺς ἀνακράγῃ δεδοίκαμεν.] ἄγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι, ἅπαντα ταῦτ' ἐπίθετα τῇ φύσει κακά. εἴτ' οὐ δικαίως προσπεπαταλευμένον γράφουσι τὸν Πρωμηθέα πρὸς ταῖς πέτραις, ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἐν ἀγαθόν· ὁ μισεῖν οἴμ’ ἅπαντας τοὺς θεούς, 5 γυναῖκας ἐπλάσεν, ὃ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ· λάθριοι τὸ λοιπὸν ἄφ’ ἐπιθυμίαι κακαί, γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν, καὶ φαρμακεῖα, καὶ νόσων χαλεπώτατος 10 φθόνος, μεθ’ οὗ ζῇ πάντα τὸν βίον γυνή. [Lucianus] Amor. 43 καταφάσεταί Προμηθεῖ τὴν Μενάνδρειον ἐκείνην ἀποροήσας φωνὴν κτλ. · 6. ἔθνος μιαρὸν γάρ· εἰ’ τις ἀνθρώπων γαμεῖ Bothius. ἔθνος μιαρόν· εἰ γάρ τις ἀνθρώπων 41) γαμεῖ τις ἀνθρ. ; γαμεῖ |ὀλεθρον sufficit. scrib. γαμεῖ τις ἀν- θρώπων γάρ, εἰ |λάθριοι τὸ λοιπὸν εἰσὶν ἐπιβουλαί κακαί, sen- μὰ τὴν ’Αθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω εὑρεῖν ὁμοίαν τῷ γεγενημένῳ πράγματι, ζητῶν πρὸς ἑμαντὸν τί ταχέως ἀπολλύει. στρόβιλος ἐν ὕδωρ συστρέφεται, προσδέχεται, 5 προσέβαλεν, ἐξέρριψεν, αἰὼν γίνεται. ἀλλ’ ἐν πελάγει συγχλωμός· ἀναπνοὴν ἔχει ‘Ζεὺ σῶτερ’ εἰπεῖν ‘ἀντέχου τῶν σχολιῶν’, ἑτέραν περιμέναι χἀτέραν τρικυμίαν, ναυαγίου τ’ ἂν ἐπιλάβοι’. ἐγὼ δ’ ἅπαξ 10 ἀφάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας. ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεοὺς τὰργύριον ἡμῖν καὶ τὸ χρυσίον. 5 ἰδρυθάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν εὔξαι· τί βούλει; πάντα σοι γενήσεται, ἀγρός, οἰκία, θεράποντες, ἀργυρώματα, φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·