Ancient Greek
208.11 to 212.5
Menander Comic., Fragmenta 208.11-212.5
Unproofread scanNot analysed yet
ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον. ὁ φθονερὸς αὐτῷ πολέμιος καθίσταται· αὐθαιρέτοις γὰρ συνεχεται λύπαις ἀεί. καλὸν οἱ νόμοι σφόδρ’ εἰσίν· ὁ δ’ ὁρῶν τοὺς νόμους λίαν ἀκριβῶς συκοφάντης φαίνεται. ὁ προκαταγιγνώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς αὐτὸς πονηρὸς ἐστι πιστεύσας κακῶς. καλὸν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν, τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει. μὴ τοῦτο βλέψης εἰ νεώτερος λέγω, ἀλλ’ εἰ φρονοῦντος τοὺς λόγους ἀνδρὸς ἔρῶ. οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν, ἀλλ’ ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων. ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος, οὗτος ἐκατόμβην ἐξάγει τοῖς πολεμίοις. ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος, ταῖς ἐλπίσιν τάλγεινὰ παραμυθούμενος. ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ· τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου. τὰ μεγάλα κέρδη ὁαδίως ἢ πλουσίους τοὺς παραβόλους πλέοντας ἢ νεκροὺς ποιεῖ. ὅταν ἀτυχῇ τις, ἐννοοῦντος οἰκέτου οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον βίῳ. ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος χρηστός, διπλασίως ὁ προσιδὼν ἀλίσκεται. ἐν ἐστ’ ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος. τούτῳ καταχρατεῖν ἀνδρὸς εἴωθεν γυνή. οἰκεῖον οὕτως οὐδὲν ἐστιν, ὦ Λάχης, ἐὰν σκοπῇ τις, ὡς ἀνὴρ τε καὶ γυνή. γαμεῖν κεκρικότα δεῖ σε γινώσκειν, ὅτι ἀγαθὸν μέγ’ ἔξεις, ἂν λάβῃς μικρὸν κακόν. Stobaeus Floril. 68, 11 (ὅτι οὐκ ἀγαθὸν τὸ γαμεῖν) Μενάνδρου A. 2. μέγ’ ἔξεις Bentl.] μεθἔξεις. Aristot. Eth. Eud. 2, 1129 b 8 τὸ μεῖον κακὸν ἀγαθὸν πῶς. Plut. Mor. 610 e μὴ τὸ μικρὸν ἀγαθὸν μέγα νομίζειν κακόν. Diogenian. 6, 62 μικρὸν κακὸν μέγα ἀγαθόν. τὸ γυναικ’ ἔχειν εἶναί τε παίδων, Παρμένων, πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει. ὅστις πενόμενος βούλεται ζῆν ἡδέως, ἐτέρων γαμουμένων αὐτὸς ἀπέχεσθω γάμων. γενόμενος. τὸ γαμεῖν, ἐὰν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μὲν ἐστιν, ἀλλ’ ἀναγκαῖον κακόν. τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ, ὅταν τι περιπλάττωσι τοῖς χρηστοῖς λόγοις. μοχθηρίαν. Lucian. Anachars. 19 περιπέττειν τὸ πρᾶγμα τοῖς λόγοις. Plat. Leg. 10, 886 e λόγοις . . εἰς τὸ πιθανὸν περιπεπεσμένα. Xen.