Ancient Greek
212.9 to 215.17
Menander Comic., Fragmenta 212.9-215.17
Unproofread scanNot analysed yet
Oec. 1, 20 λύπαι ἤρα ἤσαν ἡδοναῖς περιπεπεσμέναι. Cobet. V. 1. ² 190. οὐδέποθ’ ἑταῖρα τοῦ καλῶς πεφρόντικεν, ἢ τὸ κακὸν θες πρὸς ὁδον εἴωθεν ποιεῖν. ἢ μὴ γαμεῖν γάρ, ἂν δ’ ἅπαξ λάβῃς, φέρειν μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ. ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ ἔχειν ξῆμον διαδόχον τὴν οἰκίαν. οὐκ ἐστιν οὐδὲν ἀθλιώτερον πατρός, πλὴν ἕτερος ἂν ἢ πλειόνων παίδων πατήρ. ἔστιν δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄνθ᾽, ὁ δ᾽ οἶεται. θυγάτηρ ἐπίγαμος, κἂν ὀλως μηδὲν λαλῇ, διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὐτῆς λέγει. μηδὲν ὀδύνα τὸν πατέρα γινώσκων ὅτι ὁ μέγιστον ἀγαπῶν δι᾽ ἐλάχιστ᾽ ὀργίζεται. οὐχ ἔστ᾽ ἄκουσμ᾽ ἤδιον ἢ ἤθεις λόγος πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον. οὐδέποτ᾽ ἀληθὲς οὐδὲν οὐθ᾽ υἱῷ πατὴρ εἰωθ᾽ ἀπειλεῖν οὐτ᾽ ἐφῶν ἐφωμένη. ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δ᾽ ἔργοις πατὴρ. νιψ προθύμως ταξιούμενον ποιῶν κηδεμόν' ἀληθῶς, οὐκ ἐφεδρον ἔξεις βίου. τοὺς ἐν γεγονότας καὶ τεθραμμένους καλῶς κἂν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας. πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνόητους ποιεῖ. χρεῖττον ὀλίγ' ἔστι χρήματ' ἀνυπόπτως ἔχειν, ἢ πολλὰ φανερῶς, ὃ δεῖ μετ' ὀνειδους λαβεῖν. οὐκ ἔστι λύπης, ἄν περ ὀρθῶς τις σκοπῇ, ἄλγημα μείζον τῶν ἐν ἀνθρώπου φύσει. πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν ὄντων μεγίστόν ἐστιν ἡ λύπη κακόν. πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων. 1. ἀνθρώποις Cleric.] ἀνθρώπων. ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι. οὐδὲν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος εἰς χαλεπὸν ὅταν ἢ συγκεκλημένος βίον. οὐδέν. 2. συγκεκλῆμ. K.] συγκεκλεισμ. οἰκτρότατόν ἐστι πείραν ἐπὶ γῆρας ὀδῷ ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος. ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθά καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν. ταῖς ἀτυχίαισι μὴ ’πίχαιρε τῶν πέλας· πρὸς τὴν τύχην γὰρ ξυρμαχεῖν οὐ φάδιον.