Ancient Greek
Dfhg-Source dfhg4_MENANDER_EPHESIUS
MENANDER EPHESIUS, Fragmenta 4
Not analysed yet
Μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως· «Ἀβροχία τε ἐπ ̓ αὐτοῦ ἐγένετο, ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς ἕως τοῦ ἐχομένου ἔτους τοῦ Ὑπερβερεταίου. Ἱκετείαν δ ̓ αὐτοῦ ποιησαμένου, κεραυνοὺς ἱκανοὺς βεβληκέναι. Οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ, καὶ Αὔζαν τὴν ἐν Λιβύῃ.» Καὶ ταῦτα μὲν, δηλῶν τὴν ἐπ ̓ Ἀχάβου γενομένην ἀνομβρίαν (κατὰ γὰρ καὶ τοῦτον καὶ Ἰθώβαλος ἐβασίλευσε Τυρίων) ὁ Μένανδρος ἀναγέγραφεν.