Ancient Greek
5 to 9
MENANDER EPHESIUS, Fragmenta 5-9
Not analysed yet
Φοινίκεια τὰ γράμματα ἐλέγοντο, ὥς φησιν . . . Ἐτεωνεὺς καὶ Μένανδρος, ἐπειδὴ ἐν πετάλοις φοινικικοῖς ἐγράφοντο, ἢ, ὅπερ κρεῖττόν ἐστιν εἰπεῖν, ὅτι φοινίσσεται ὑπ ̓ αὐτῶν ὁ νοῦς ἤτοι λαμπρύνεται. Εἰσὶ δὲ οἵ φασι, τὸν Κρό[νον ἢ κα]τὰ ἀ[ντιστοιχείαν τὸν Χ]ρόνον [Οὐρ]ανοῦ εἶναι παῖδα· καὶ γὰρ ἐκ τῆς οὐρανοῦ [κινήσε]ως ὁ χρόνος· ἐν δὲ τῷ κατ ̓ αὐτὸν ἱερῷ, ὡς φησὶ Φύλαρ[χος ἐν τῇ] ἑπτακαιδεκάτῃ καὶ Μένανδρός γε[τῇ] πρώτῃ, οὔτε γυνὴ ο[ὔτε κύων οὔ]τε μυῖ[α] εἰσῄει. Σφήκεια, ἡ Κύπρος (v. Philosthephani fr. 10, t. III, p. 30). Ἐκαλεῖτο δὲ καὶ Κεραστία, ὡς Μένανδρος ὲν τῷ Περὶ Κύπρου λέγει, διὰ τὸ ἐνοικῆσαι αὐτῇ ἄνδρας, οἳ εἶχον κέρατα· ὡς δὲ Ξεναγόρας ἐν τῷ Περὶ νήσων, διὰ τὸ ἔχειν πολλὰς ἐνοχὰς, ἃς κέρατα καλοῦσι, Κεραστία ὠνομάσθη. Θρᾷκες ὅρκια οὐκ ἐπίστανται] Ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ. Λέγει γὰρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος (πρεσβεύς τις corr. v. d.) ἀκοντισθεὶς διὰ τοῦ στήθους ἀπώλετο. Καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰωλεῦσιν αἴνιγμα γέγονε, Θρᾷκες ὅρκια οὐκ ἐπίστανται. Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες, Ἐνναέτιν Φρυγίης, Τιτίην θ ̓ ἅμα Κύλληνόν τε, Οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι Μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν Δάκτυλοι Ἰδαῖοι Κρηταιέες] Τῶν Ἰδαίων δακτύλων καλουμένων πρώτους φησὶν (sc. Τιτίαν καὶ Κύλληνον) εἶναι καὶ παρέδρους τῇ μητρὶ τῶν θεῶν, ἀκολουθῶν Μενάνδρῳ λέγοντι Μιλησίους, ὅταν θύωσι τῇ Ῥέᾳ, προθύειν Τιτίᾳ καὶ Κυλλήνῳ.