Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) ΠΕΕΙ ΤΩΝ ΚΛΗΤΙΩΝ.
Not analysed yet
3 Μέτρον μέντοι τῶν κλητικῶν ὕμνων ἐν μὲν ποιήσει ἐπιμηκέστερον. ἅμα μὲν γὰρ πολλῶν τόπων ἐκείνοις ἔξεστιν, ὡς παρὰ τῇ Σαπφοῖ καὶ τῷ Ἀλκμᾶνι πολλαχοῦ εὑρίσκομεν. τὴν μὲν γὰρ Ἄρτεμιν ἐκ μυρίων ὁρέων, μυρίων δὲ πόλεων, ἔτι δὲ ποταμῶν ἀνακαλεῖ, τὴν δὲ Ἀφροδίτην Κύπρου, Κνίδου, Συρίας, πολλαχόθεν ἀλλαχόθεν ἀνακαλεῖ. οὐ μόνον γε, ἀλλὰ καὶ τούς τόπους αὐτοὺς ἔξεστι διαγράφειν, οἷον εἰ ἀπὸ ποταμῶν καλοίη, ὕδωρ ἢ ὄχθας καὶ τούς ὑποπεφυκότας λειμῶνας καὶ χοροὺς ἐπὶ τοῖς ποταμοῖς γινομιένους καὶ τὰ τοιαῦτα προσαναγράφουσι. καὶ εἰ ἀπὸ ἱερῶν, ὡσαύτως, ὥστε ἀνάγκη μακροὺς αὐτῶν γίγνεσθαι τοὺς κλητικοὺς ὕμνους. τοῖς δὲ συγγραφεῦσι βραχυτέραν τὴν περὶ ταῦτα διατριβὴν ἀναγκαῖον γίνεσθαι· οὕτε γὰρ ἐκ πολλῶν τόπων καὶ χωρίων ἀνακαλέσουσιν, οὔτε ἐφʼ ἑκάστου μετὰ διαγραφῆς, ἀλλʼ ὥσπερ Πλάτων, ὅσπερ ἐξηγούμενος τῷ εἴδει κέχρηται, ἄγετε δὴ Μοῦσαι λίγειαι, εἴτε διʼ ᾠδῆς εἶδος μουσικόν, εἴτε διὰ γένος τὸ Λιγύων ταύτην ἐπέσχετε τὴν ἐπωνυμίαν. ὁ δὲ Ὅμηρος ἐν κλητικῷ κέχρηται τῷ εἴδει μετὰ τῆς ἰσοσυλλαβίας, ἐν οἷς ὁ Χρύσης εὔχεται τῆς Ἰλιάδος ἐν τοῖς πρώτοις, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις. ἓν οὖν τόδε γίνωσκε, ὡς ποιητῇ μὲν ἐξουσία πλείων, τῷ δὲ συγγραφεῖ ἐλάττων. Ἑρμηνεία δὲ πρέπουσα, οἵα καὶ τοῖς κλητικοῖς, ἣ τε διʼ ὥρας προῖοῦσα καὶ κόσμου, διόπερ τὰς διατριβὰς προσλαμβάνουσιν οἱ ποιηταί. σχήματα δὲ τὰ ἀνακλητικὰ ἁρμόττοντα. οὐ χεῖρον δʼ ἴσως καὶ τὴν μέθοδον, ᾖ κεχρήμεθα ἡμεῖς ἐν τῷ κλητικῷ τοῦ Απόλλωνος ὕμνῳ, βιβλίῳ πως θέσθαι. ὥσπερ ἂν ὥρα ἐνείη πλείων, ἅμα τε μήτε ὑπερβαίνωμεν τὸ μέτρον τῷ συγγραφεῖ πρέπον, μήτε ἡ περὶ τὴν κατασκευὴν ἀβρότης ὑπερφθέγγοιτο τὴν συγγραφήν· αὐτοῖς γὰρ τοῖς ποιηταῖς τὸ πλεῖον προστεθείκαμεν, καλοῦσιν ἐκ τῶνδε τῶν τόπων, ἐμὼ δὲ οὐκ ἂν καλέσαιμι. καὶ πολλὰ ἂν εὕροις πεποικιλμένα τῇ μεθόδῳ. γίνωσκε δὲ τόδε τὸ θεώρημα οὐκ ἄχρηστον, ὅτι εἰ μὲν εὐχὴ ἐπακολουθεῖ ἐπικλήσει, ἔτι ἐλάττων ἡ διατριβὴ καὶ τοῖς ποιηταῖς καὶ τοῖς συγγραφεῦσιν· εἰ δὲ αὐτὸ τοῦτο εἴη ψιλὴ κλῆσις, πλείων ἐστί, καὶ ζητῶν ἂν εὕροις παρὰ τοῖς ποιηταῖς τὴν συνήθειαν ταύτην πεφυλαγμένην.