Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) ΠΕΡΙ ΑΠΟΠΕΜΠΤΙΚΩΝ.
Not analysed yet
4 Οἱ τοίνυν ἀποπεμπτικοί εἰσιν, ὡς καὶ τοὔνομα δηλοῖ, τοῖς κλητικοῖς ὑπεναντίοι, ἐλάχιστον δὲ τοῦτο τὸ εἶδος, καὶ παρὰ τοῖς ποιηταῖς μόνον εὑρίσκεται. ἐπιλέ- γονται δὲ ἀποδημίαις θεῶν νομιζομέναις ἢ γινομέναις, οἷον Ἀπόλλωνος ἀποδημίαι τινὲς ὀνομάζονται παρὰ Δηλίοις καὶ Μιλησίοις, καὶ Ἀρτέμιδος παρὰ Ἀργείοις. εἰσὶ τοίνυν καὶ τῷ Βακχυλίδῃ ὕμνοι ἀποπεμπτικοί. ἀφορμὴ δʼ ὑποβέβληται τοῖς τοιούτοις ὕμνοις ἡ χώρα ἢν καταλείπει, καὶ πόλεις καὶ ἔθνη, καὶ πρὸς ἢν ἄπεισι πόλιν ὁμοίως ἢ χώραν, αἵ τε γραφαὶ τόπων, καὶ ὅσα τοιαῦτα. γινέσθω δὲ διʼ ἡδονῆς προῖὼν ὁ λόγος· δεῖ γὰρ μετὰ ἀνειμένης τινὸς ἁρμονίας καὶ εὐμενεστέρας προπέμπεσθαι. διατριβὴν δὲ ἐνδέχεται πλείονα, οὐχ ὥσπερ οἱ κλητικοί, ἐλάττονα. ἐν μὲν γὰρ τοῖς ὅτι τάχιστα ἡμῖν συνεῖναι τούς θεούς βουλόμεθα, ἐν δὲ τοῖς ὅτι βραδύτατα ἀπαλλάττεσθαι. ἀνάγκη δὲ γίνεσθαι καὶ τὴν εὐχὴν ἐπὶ ἐπανόδῳ καὶ ἐπιδημίᾳ δευτέρᾳ. ταῦτά σοι περὶ προπεμπτικῶν ὕμνων εἰρήσθω.