Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) ΠΕΡΙ ΓΕΝΕΑΛΟΓΙΚΩΝ.
Not analysed yet
7 Περὶ δὲ τῶν γενεαλογικῶν ἓν μὲν ἤδη τοσοῦτον εἴρηται, ὡς τοὺς αὐτοὺς ᾠήθησαν, ἐπὶ τῶν μυθικῶν, ἐν ᾧ καὶ τὴν διαφορὰν προσετίθεμεν· ἕτερον δὲ τοσοῦτον εἰρήσεται, ὡς ἔστι σπανίως ὕμνον εὑρεῖν θεῶν, ἐν ᾧ τὸ γενεαλογικὸν μόνον φέρεται, πλὴν εἰ μή τις ὑπολαμβάνοι τὰς θεογονίας ὕμνους εἶναι τῶν θεῶν, ὡς τὰ πολλὰ δὲ ἢ τοῖς μυθικοῖς παρεμπλέκεται, ἢ ἄλλοις γε τῶν ὕμνων εἴδεσι καὶ ἑνὶ καὶ πλείοσι. γραῶδες γὰρ καὶ δεινῶς μειρακιῶδες, ὕμνον Διὸς προελόμενον πραγματείαν, μόνον γονὰς ἐκδέξασθαι. ἀλλʼ ἐπεὶ εὕρηται καὶ τοῦτο τὸ εἶδος τῶν ὕμνων παρὰ τοῖς ἀρχαίοις, καὶ ἤδη τινὲς καὶ Διονύσου γονὰς ὕμνησαν, καὶ Ἀπόλλωνος ἕτεροι, καὶ Ἀλκαῖος Ἡφαίστου, καὶ πάλιν Ἑρμοῦ, καὶ τοῦτʼ ἀποτετμήμεθα τὸ μέρος. χρὴ τοίνυν, εἰ μὲν παρεμπεπλεγμένον εἴη τοῖς ἄλλοις εἴδεσιν, εἰδέναι, ὅτι καὶ μῆκος προσίεται, εἰ δὲ καθʼ αὐτὸ εἴη τὸ μέρος, ὅτι βραχείας δεῖται διατριβῆς. ἔστι δὲ ὡς ποιητῇ μὲν καθʼ αὐτὸ μόνον τὸ εἶδος χρήσιμον, συγγραφεῖ δὲ οὐδέποτε. ὁ μὲν γὰρ καὶ Χάριτας μαιευομένας, καὶ Ὥρας ὑποδεχομένας, καὶ τὰ τοιαῦτα πραγματεύεται, ὁ δʼ ἐπʼ ἀνάγκης ὅτι βραχύτατα ἐρεῖ. Ἀρετὴ δʼ ἑρμηνείας ἐν τοῖς τοιούτοις καθαρότης, καὶ τὸ ἀπροσκορὲς γένοιτʼ ἂν ἐν ποιήσει ἐκ συμμεετρίας τῶν περιφράσεων, ἐν δὲ τῇ συγγραφῇ ἐκ τῆς ποικιλίας τῶν κώλων. παρέσχετο δὲ τὴν μὲν ἐν ποιήσει ἀρετὴν Ἡσίοδος, καὶ γνοίη τις ἂν μᾶλλον, εἰ τοῖς Ὀρφέως παραθείη· τὴν δὲ ἐν τῇ συγγραφῇ πολλαχοῦ μὲν Πλάτων, πολλαχοῦ δὲ Ἡρόδοτος ἐν τοῖς Αἰγυπτιακοῖς.