Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) ΠΕΡΙ ΜΥΘΙΚΩΝ..1
Not analysed yet
6 Ἑξῆς ἂν εἴη περὶ τῶν μυθικῶν εἰπεῖν, οὓς ἔνιοι μὲν τοὺς αὐτοὺς εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς, ἔνιοι δὲ οὐχ οὕτως εἶναι νομίζουσι . οἶ μέν γε νομίζοντες οὐδὲν διαφέρειν καὶ τὰς γενεαλο- γίας μύθους εἶναί φασιν, οἷον εἰ βούλει, ὅσα γε Ἀκουσίλεως καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἐν ταῖς θεογονίαις εἰρήκασιν. εἰσὶ μὲν γὰρ γενεαλογικαὶ αἵδε οὐδὲν ἧττον μυθικαί. τάδε δὲ οὖ φασιν οἱ διαφέρειν νομίζοντες, ὅτι καὶ χωρὶς τῶν γενεαλογικῶν εἰησάντινεςμυθικοὶ ὕμνοι, οἷον ὅτι Διόνυσος Ἰκαρίῳ ἐπεξενώθη, ἢ ὅτι ἐν Ζωστῆρι τὴν ζώνην ἐλύσατο ἡ Λητώ, ὅτι ἡ Δημήτηρ παρὰ Κελεῷ ἐπεξενώθη, ἢ ὅσα ἕτερα τοιαῦτα. ταῦτα γὰρ καὶ γενεαλογίαν μὲν οὐδεμίαν εἴληφε, μυθικὴν δέ τινα ἄλλην ἱστορίαν. ἃ μέντοι ἀμφότεροι λέγοντες τὰ σφῶν αὐτῶν ἑκάτεροι νικᾶν ἀξιοῦσι, σχεδὸν ἀκήκοας, ἐμοὶ δὲ δοκεῖ κάλλιον ἐν ὅρῳ εἶναι ἀκριβῶς διελέσθαι. πάσας μὲν γὰρ γενεαλογίας καὶ πάντας ὕμνους τοὺς διὰ γενεαλογικῶν διὰ μυθικῶν περιστάσεων προάγεσθαι νομίζω, οὐ μὴν πάντας γε τοὺς μυθικοὺς διὰ γενεαλογίας, ὥστε τὸ μὲν τῶν μυθικῶν ὕμνων τὸ μέρος γενικώτερον ἂν εἴη, τὸ δὲ τῶν γενεαλογικῶν ἰδικώτερον. ταῦτά σοι περὶ διαφορὰς εἴρηται, ὑπὲρ δὲ τῶν μυθικῶν χωρὶς ἀποτέμνειν μὲν χρὴ λέγειν. φημὶ δὴ τὸ πρῶτον μὲν μηδαμῶς μετέχειν αὐτοὺς φυσιολογίας, λέγω φανερᾶς· εἰ γάρ τις ἐγκεκρυμμένη καθʼ ὑπόνοιαν, ὥς γε πολλὰ ἔχει τῶν θείων, οὐδὲν τοῦτό γε διαφέρει. ἔπειτα εἶναι τῷ ποιητῇ μὲν ἄλλα προσφόρους· ἡ γὰρ ἐξουσία καὶ τοῦ κατὰ σχολὴν λέγειν, καὶ τὸ περιστέλλειν τοῖς ποιητικοῖς κόσμοις καὶ ταῖς κατασκευαῖς οὔτε κόρον ουτε ἀηδίαν παρίστησι, (καίτοι οὐκ ἀγνοῶ ὡσαύτως ὅτι ἔνιοι τῶν ποιητῶν προσφέρουσι τὰς ἀκαίρους διατριβάς ),συγγραφεῦσι δὲ ἢ λογοποιοῖς ἐλαχίστη ἐξουσία. γυμυοὶ δὲ οἱ μῦθοι τιθέμενοι σφόδρα λυποῦσι καὶ ἐνοχλοῦσι τὰς ἀκοάς. δεῖ τοίνυν ὅτι βραχυτάτοις ἀπαλλάττεσθαι. παραμυθίας οὑν προσακτέον καὶ πρὸς συντομίαν καὶ πρὸς ἡδονήν, πρῶτον μὲν μὴ ἀπʼ εὐθείας πάντα εἰσάγειν, ἀλλὰ τὰ μὲν παραλιπεῖν λέγοντα, τὰ δὲ συγχωρεῖν, τὰ δὲ κατὰ συμπλοκὴν εἰσάγειν, τὰ δὲ προσποιεῖσθαι ἐξηγεῖσθαι, τὰ δὲ μὴ πιστεύειν μηδὲ ἀπιστεῖν. καὶ ὅλως οὐκ ἀπορήσεις μεθόδων, ἔν γε τοῦτο θεώρημα σώζων, ὡς διατριβὴ ἀπρόσφορος. δὲ ἑρμηνεία, ὅπερ καὶ περὶ τῆς διατριβῆς ἔφαμεν, ἐπὶ ἐλάττονος ἐξουσίας γεγενήσθω, σώζουσα μὲν τὸν ἐπιδεικτικὸν κόσμον, πολὺ δὲ τοῦ διθυράμβου ἀποβεβηκυῖα. γίγνοιτο δὲ τοιαύτη, εἰ τῷ Ἰσοκράτους θεωρήματι χρησόμεθα, καὶ τὸ κάλλος καὶ τὴν σεμνότητα μὴ ἀπὸ τῶν ὀνομάτων μᾶλλον ἢ τῆς ἀρχαιότητος ἢ τοῦ μεγέθους θηρώμεθα, ἀλλʼ ἀπὸ τῆς ἁρμονίας καὶ τῶν σχημάτων, ἐπεὶ αὐτό γε τοῦτο, ὅ πάντες θρυλοῦσι, Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν ἡμῶν καὶ τὰ ἐξῆς, τίς οὐκ οἶδεν, ὅτι τοῖς μὲν ὀνόμασιν ἐγγύς τοῦ πολιτικοῦ καθήκει, τῇ δὲ συνθέσει καὶ τῇ ἁρμονίᾳ καὶ τῷ σχήματι ὀλίγα καὶ σεμνότερα εἶναι δοκεῖ; καὶ τὸ Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος καὶ τὰ ἐξῆς τοῦ αὐτοῦ τύπου, εἰ καὶ περὶ ἀνθρώπων εἴρηται. καὶ παρὰ Πλάτωνι, φήμη τις καὶ λόγος διαρρεῖ, ὡς ἄρα ὁ θεὸς οὗτος ὑπὸ μητρυιᾶς ο σης τῆς Ἥρας ἐκινήθη, καὶ πολλὰ παραδείγματα παρὰ τῷ Πλάτωνι, ὥστε εἰ σώζοις τὸ θεώρημα, φυλακτήριον ἔσται πρὸς ἀρετὴν λόγου. ὅλως δὲ περὶ τῶν μυθικῶν τούτων ὕμνων περί τε ἔννοιαν καὶ ἑρμηνείαν ἐκεῖνο ἰστέον, ὅτι τῷ ἀξιώματι κατʼ ἄμφω τὸ μυθικὸν λεῖπον.