Ancient Greek
ΜΕΝΑΝΔΡΟΥ ΡΗΤΟΡΟΣ 127 ΓΕΝΕΘ ΛΙΩΝ ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΕΠΙΔΕΙΚΤΙΚΩΝ.
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΚΩΝ.
Not analysed yet
5 Περὶ τοίνυν τῶν φυσικῶν ἐφεξῆς ἂν εἴη, ὥσπερ προεθέμεθα, λέγειν. πρῶτον τοίνυν τόδε περὶ αὐτῶν ῥητέον, ὅτι ἐλάχιστα μὲν τοῖς ἀφελεστέροις τὸ εἶδος ἁρμόττει, μάλιστα δὲ τοῖς ἐμψυχοτέροις καὶ μεγαλονουστέροις, ἔπειτα ὅτι ποιηταῖς μᾶλλον ἢ συγγραφεῦσιν ἢ λογογράφοις ἢ πολιτικοῖς ἁρμόττουσιν. εἰσὶ δὲ τοιοῦτοι, ὅταν Ἀπόλλωνος ὕμνον λέγοντες ἥλιον αὐτὸν εἶναι φάσκωμεν, καὶ περὶ τοῦ ἡλίου τῆς φύσεως διαλεγώμεθα, καὶ περὶ Ἥρας ὅτι ἀήρ, καὶ Ζεὺς τὸ θερμόν· οἱ γὰρ τοιοῦτοι ὕμνοι φυσιολογικοί. καὶ χρῶνται δὲ τῷ τοιούτῳ τρόπῳ Παρμενίδης τε καὶ Ἐμπεδοκλῆς ἀκριβῶς, κέχρηται δὲ καὶ ὁ Πλάτων· ἐν τῷ Φαίδρῳ γὰρ φυσιολογῶν ὅτι πάθος ἐστὶ τῆς ψυχῆς ὁ Ἔρως, ἀναπτεροποιεῖ αὐτόν. αὐτῶν δὲ τῶν φυσπτκῶν οἱ μὲν ἐξηγηματικοί, οἱ δὲ ἐν βραχεῖ προαγόμενοι· πλεῖστον γὰρ διαφέρει, ὡς εἰδότα ἀναμιμνήσκειν συμμέτρως, ἢ ὅλως ἀγνοοῦντα διδάσκειν. Παρμενίδης μὲν γὰρ καὶ Ἐμπεδοκλῆς ἐξηγοῦνται, Πλάτων δὲ ἐν βραχυτάτοις ἀνυμνεῖ. ἔτι δὲ οἱ μὲν κατʼ αἰνίγματα, οἱ δὲ ἐκ τοῦ φανεροῦ προάγονται. κατʼ αἰνίγματα μέν, ὁποῖοί εἰσιν οἱ Πυθαγόρειοι φερόμενοι, ἐκ τοῦ φανεροῦ δὲ ὁποίους μικρῷ πρόσθεν ἐφάσκομεν. ὥσπερ δὲ καὶ αὐτῶν τῶν φυσιολογικῶν διαφορὰς ἐδείκνυμεν ταύτας οὔσας, οὕτω καὶ τῆς συμμετρίας διαφορὰς ὁριούμεθα. οἱ γὰρ κατʼ αἰνίγματα προιόντες βραχύτητα ἀπαιτοῦσιν, ἔτι δὲ οἱ καὶ μὴ διδασκαλικοὶ ἄλλως κεφαλαιωδέστεροι. οἱ δὲ ἕτεροι πλείστης καὶ μεγίστης διατριβῆς ἔχονται. ὁ γοῦν Πλάτων ὕμνον τοῦ Παντὸς τὸν Τίμαιον καλεῖ ἐν τῷ Κριτίᾳ, καὶ οἱ φυσικώτεροι ποιηταί, ὧν ἐπεμινήσθημεν, πραγματείας ὅλας κατέθεντο. εὐχῆς δὲ οὐδέν τι πάνυ χρὴ ἐπὶ τούτων. ἐπιτηρεῖν δὲ χρὴ καὶ μὴ εἰς τὸν πολύν ὄχλον καὶ δῆμον ἐκφέρειν τούς τοιούτους ὕμνους· ἀπιθανώτεροι γὰρ καὶ καταγελαστικώτεροι τοῖς πολλοῖς φαίνονται. Ἑρμηνεία δὲ καὶ πρὸς τὸν διθύραμβον ἀνελθεῖν μικρὸν διαφέρει· οὐ γάρ ἐστιν ὑπὲρ ὧν σεμνοτέρων ἅνθρωπος φθέγξαιτο.