Ancient Greek · ~6 min
ΠΕΡΙ ΣΥΝΤΑΚΤΙΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 2-3
Not analysed yet
Ἐὰν δὲ τῇ πατρίδι συντάττεσθαι μέλλῃς, ἔστω μέν σοι ὁμοίως τὰ πάτρια ἐρωτικά, καὶ ἐχέτω μὲν ἔνδειξιν τῆς λύπης ὁ λόγος, ἣν ἔχεις τῶν τοσούτων καλῶν κἀγαθῶν χωριζόμενος, τὰ δὲ δεύτερα τοῦ λόγου ἐχέτω ἔπαινον τῆς πόλεως, ἐφʼ ἣν σπεύδεις, οἷον τῆς δόξης, τῆς εὐκλείας, ὅτι πυνθάνομαπ τὴν πόλιν εἶναι μεγάλην καὶ θαυμαστήν, ὅτι ἀκούω λόγων αὐτὴν εἶναι καὶ Μουσῶν ἐργαστήριον. ἐνδιατρίψεις δὲ τῷ λόγῳ τῷ περὶ τῆς χρείας καὶ τῆς αἰτίας, διʼ ἣν ἐπείγῃ, ὅτι ἐκεῖ πυνθάνομαι Πιερίαν ὄντως, ἐκεῖ τὸν Ἑλικῶνα· καὶ ὅταν αὐξήσῃς τοῦτο τὸ μέρος, καὶ τὴν χρείαν ἐρεῖς διʼ ἣν σπεύδεις· δεῖ γὰρ ταῖς ἀνάγκαις τοῦτο θεραπεύειν· ὁρῶμεν δὲ καὶ τὴν φύσιν τοῦ παντὸς πειθομένην ταῖς τῆς φύσεως ἀνάγκαις, καὶ ὡς ὁ πατὴρ τῶν ὅλων ἐνομοθέτησε. διὸ καὶ πᾶσα ἀνάγκη τῷ νόμῳ πείθεσθαι τῆς πατρίδος. τοῦτο δέ σοι ἁρμόσει λέγειν οὐχ ὅταν ἀπὸ τῆς αὐτοῦ πατρίδος ἐφʼ ἑτέραν σπεύδῃς γῆν, ἀλλʼ ὅταν ἀπʼ ἄλλης εἰς τὴν σαυτοῦ πατρίδα καλῇ. ἐρεῖς δὲ ἐν τούτῳ, ὅτι λαμπρὰ καὶ μεγάλη ἡ πατρὶς καὶ ἀξία ποθεῖσθαι, ἀλλʼ ὅμως ὑμεῖς ἐμοὶ ποθεινότεροι. καλὸν μὲν καὶ τὸ περιπτύξασθαι γονέας καὶ ἀδελφοὺς καὶ γένος, ἀλλʼ ὅμως οὐ μείονας ἔχω καὶ περὶ ὑμᾶς τοὺς ἔρωτας· ἀλλὰ τί γὰρ δεῖ ποιεῖν· ἀνάγκη γὰρ ἐπείγει. ταῦτα δὲ ἐρεῖς, ὅταν εἰς τὴν ἑαυτοῦ πατρίδα, ὡς ἔφαμεν, ἀπὸ τῆς ἀλλοδαπῆς ἀπαίρειν μέλλῃς. ἐρεῖς δὲ ἐν ἀρχῇ τοῦ δευτέρου μέρους τῆς συντακτικῆς ταῦτα εὐθὺς μετὰ τὰ ἐρωτικά, εἶτα δὲ ἄλλα τάξεις ἐφεξῆς, ὡς ἔφαμεν.