Ancient Greek · ~10 min
ΠΕΡΙ ΣΥΝΤΑΚΤΙΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 1-11
Not analysed yet
15 Ὁ συνταττόμενος δῆλός ἐστιν ἀνιώμενος ἐπὶ τῷ χωρισμῷ, καὶ εἰ μὴ ὄντως ἀνιῷτο, προσποιήσεται πεπονθέναι πρὸς ἐκείνους οἷς συντάττεται. προὔλαβε μὲν ὁ θεῖος Ὅμηρος καὶ τοῦτο τὸ εἶδος· κινῶν γὰρ ἐκ τῆς Φαιακίας Ὀδυσσέα ποιεῖ συνταττόμενον αὐτὸν Ἀλκινόῳ καὶ Φαίαξι καὶ μικρὸν ὕστερον Ἀρήτῃ τῇ Ἀλκινόου, καὶ περιτέθεικεν αὐτῷ συνταττομένῳ τῇ γυναικὶ ταῦτα τὰ ἔπη, χαῖρέ μοι, ὦ βασίλεια, διαμπερὲς εἰσόκε γῆρας ἔλθοι καὶ θάνατος, τάτʼ ἐπʼ ἀνθρώποισι πέλονται, αὐτὰρ ἐγ νέομαι, σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ παισί τε καὶ λαοῖσι, καὶ Ἀλκινόῳ βασιλῆι. πρὸς δὲ τοὺς Φαίακας καὶ Ἀλκινόῳ ἡνίκα συνετάττετο φησὶν αὐτὸν εἰρηκέναι ἐν τῇ ῥαψῳδίᾳ ταῦτα· Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί· ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, πομπὴ καὶ φίλα δῶρα, καὶ τὰ ἑξῆς. ἐπειδὴ δὲ δεῖ τὸν ῥήτορα καὶ περιεργότερον χρῆσθαι τῷ εἴδει καὶ ἐξεργασίᾳ πλείονι, φέρε μὴ ἀφιστάμενοι τοῦ Ὁμηρικοῦ ἔθους διέλωμεν. χάριν ὁμολογήσει τῇ πόλει, ἐξ ᾗς ἡ ἐπάνοδος, ἐπαινέσεις δὲ αὐτήν, ὁπόθεν ἂν ὁ καιρὸς αὐτῇ διδῷ τὰ ἐγκώμια, οἷον ἀπὸ τῶν ἀρχαίων εἴ τι σεμνὸν ἔχοις, ἀπὸ τῶν ἀέρων, ἀπὸ τοῦ εἴδους τοῦ κάλλους, οἷον ἀπὸ στοῶν καὶ λιμένων καὶ ἀκροπόλεως καὶ ἱερῶν πολυτελῶν καὶ ἀγαλμάτων. ἐπαινέσεις δὲ μετὰ ταῦτα καὶ τὰς ἐν αὐτῇ πανηγύρεις καὶ ἱερομηνίας καὶ μουσικὰ θέατρα καὶ ἀγώνων διαθέσεις, πανταχοῦ παραπλέκων, ἵνα μὴ ἀπλοῦν γένηται ἐγκώμιον, τὸ ὅτι ἀνιᾶται μέλλων τούτων χωρίζεσθαι ἐφʼ ἑκάστῳ σχεδὸν εἰπεῖν τῶν νοημάτων, ἵνα συντακτικὸν εἶδος ὁ λόγος λάβῃ. ἐπαινέσεις δὲ καὶ τοὺς ἄνδρας, οἷον ἱερέας, εἰ τύχοι, δᾳδούχους τε καὶ ἱεροφάντας καὶ τὰ ἤθη τῶν ἀνδρῶν, ὅτι ἥμεροι καὶ φιλόξενοι, καὶ ἑτέροις δὲ ὁμοίως συντάξεται, κἀνταῦθα ἐνδεικνύμενος τὸ καὶ ἀλγεῖν καὶ δακρύειν ἐπὶ τῷ χωρισμῷ. μετὰ δὲ τὸ πρῶτον μέρος ἥξεις πάλιν ἐφʼ ἕτερον μέρος, ἐν μνησθήσεται καὶ τῶν τόπων, εἰς οὓς ἐπανελεύσεται. καὶ εἰ μὲν εἶεν ἄγνωστοι οἱ ἄνδρες παρʼ οὓς καὶ σπεύδειν ἔκρινεν, ἐρεῖς· πῶς ἄρα ἡμᾶς ὑποδέξονται, τίνες ἄρα πάλιν συνήθεις; εἰ δὲ παρὰ τὴν αὐτοῦ πατρίδα σπεύδει, ἐρεῖς· τίς γὰρ οὐ ποθήσει τὴν οἰκείαν; ἴσως γὰρ ἀκούετε καὶ ὑμεῖς· ἔνδοξος γὰρ καὶ λαμπρὰ παρὰ πᾶσιν ἡμῶν ἡ πόλις. εἶτα συνεύξῃ που τούτοις παρὰ τῶν ποιητῶν ἐξελὼν τὰ κάλλιστα, καὶ ὅτι πολλῶν ἂν χρημάτων προτιμήσειας πυνθάνεσθαι δὴ περὶ αὐτῶν τὰ βέλτιστα, καὶ ὅτι ἐπιλήσῃ αὐτῶν οὐδέποτε, καὶ ὅτι διαδώσεις λόγον ἁπανταχοῦ θαυμάζων αὐτῶν τὰ ἐξαίρετα. συνεύξῃ δὲ ἑαυτῷ καὶ πλοῦν ἀγαθὸν καὶ ἐπάνοδον χρηστήν, καὶ ὅ τι ἂν οὕτω τύχῃ, καὶ εἰ παῖδας ποιήσειας, ἀποστελεῖς αὐτοὺς ὀψομένους τὴν αὐτὴν πόλιν.