Ancient Greek · ~9 min
ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 2-4
Not analysed yet
Μετὰ τὰς ἐννοίας ταύτας τὰς προοιμιακὰς ἐρεῖς εἰς αὐτὸν ὕμνον τὸν θεόν, ὅτι, ὦ Σμίνθιε Ἄπολλον, τίνα σε χρὴ προσειπεῖν; πότερον ἥλιον τὸν τοῦ φωτὸς ταμίαν καὶ πηγὴν τῆς οὐρανίου αἴγλης, ἢ νοῦν, ὡς ὁ τῶν θεολογούντων λόγος, διήκοντα μὲν διὰ τῶν οὐρανίων, ἰόντα δὲ διʼ αἰθέρος ἐπὶ τὰ τῇδε; ἢ πότερον αὐτὸν τὸν τῶν ὅλων δημιουργόν, ἢ πότερον δευτερεύουσαν δύναμιν, διʼ ὃν σελήνη μὲν κέκτηται σέλας, γῆ δὲ τοὺς οἰκείους ἠγάπησεν ὅρους, θάλαττα δὲ οὐχ ὑπερβαίνει τοὺς ἰδίους μυχούς; φασὶ γὰρ τοῦ χάους κατειληφότος τὰ σύμπαντα καὶ πάντων συγκεχυμένων καὶ φερομένων τὴν ἂτακτον ἐκείνην κοὶ ἀμειδῆ φοράν, σὲ ἐκ τῶν οὐρανίων ἀψίδων ἐκλάμψαντα σκεδάσαι μὲν τὸ χάος ἐκεῖνο, ἀπολέσαι δὲ τὸν ζόφον, τάξιν δʼ ἐπιθεῖναι τοῖς ἅπασιν. ἀλλὰ ταῦτα μὲν σοφῶν παισὶ φιλοσοφεῖν παραλείπω, ἣν δὲ ἀκήκοα τῶν λεγόντων γένεσιν, ταύτην καὶ δὴ πειράσομαι λέγειν. πάντως δὲ οὐδὲ οὗτος ἀπὸ τρόπου σοι ὁ λόγος. ὃς κεκρυμμένην εἶχεν ἐν ἑαυτῷ τὴν ἀληθεστέραν γνῶσιν. εἶτα ἐρεῖς κεφάλαιον μετὰ τὸν ὕμνον δεύτερον, τὸ γένος, ἄρξῃ δὲ ἐκεῖθεν. Ζεὺς ἐπειδὴ κατέλυσε τοὺς Τιτᾶνας ἀρχὴν ἄνομον καὶ ἀκόλαστον ἄρχοντας, μᾶλλον δὲ ὥσπερ βίαιον τυραννίδα διέποντας, καὶ ταρτάροις μυχοῖς παραδέδωκεν, τότε γένεσιν παίδων δημιουργεῖν ἐνενόησεν, μεθʼ ὧν τὰ πάντα ἂριστα καταστήσειν ἔμελλεν, καὶ μίαν τῶν Τιτανίδων νύμφην ἐξελόμενος, ἐπειδὴ τοὺς πρὸς Ἥραν θεσμοὺς ἑτέροις τόκοις ἐφύλαττεν, ἐδημιούργει μετʼ ἐκείνης τὸν τόκον· κάλλει μὲν γὰρ καὶ ὥρᾳ σώματος διέφερεν, ἔπρεπε δὲ γενέσθαι μητέρα Ἀπόλλωνος καὶ Ἀρτέμιδος. καταλαμβάνει δὲ τὴν Δῆλον μέλλουσα τίκτειν ἡδέως, οἱ δέ φασι τὴν Λυκίαν. καὶ λέγουσι μὲν οἱ τὴν Δῆλον εὐτυχῆσαι φάσκοντες τὴν ὑποδοχήν, ἀνασχεῖν μὲν ἐκ θαλάττης πρὸ τοῦ κρυπτομένην καὶ οὖσαν ὕφαλον ὑποδέξασθαι πλανωμένην τὴν θεὸν ἐκ Σουνίου τῆς Ἀττικῆς ἐπιβᾶσαν τῇ νήσῳ· Ὅμηρος δὲ οἶδε μὲν τὸν ἐν Λυκίᾳ γεννώμενον· λέγει γάρ που, Λυκηγενέϊ κλυτοτόξῳ, καὶ τὸν τόπον ἐκεῖνον εὐτυχήσαντα τοῦ θεοῦ τὴν γένεσιν. φασὶ δʼ οὖν ἐκφανέντα τῶν ὠδίνων θεὸν λάμψαι μὲν τοσοῦτον, ὅσον ἐπισχεῖν γῆν καὶ θάλατταν καὶ οὐράνιον κύκλον, Χάριτας δὲ καὶ Ὥρας περιχορεῦσαι τὸν τόπον, καὶ τί γὰρ οὐ σύμβολον αἴσιον ἐκ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ δειχθῆναι. ἐκ δὲ Λυκίας παῤ ἡμᾶς ἀφικέσθαι λέγουσι τὸν θεὸν καὶ καταλαμβάνοντα τὸ Σμίνθιον μαντεῖον ἐγκαταστῆσαι τῷ τόπῳ καὶ κινῆσαι τρίποδας.