Ancient Greek · ~8 min
ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 3-6
Not analysed yet
Ἐπειδὴ δὲ τὰ κατὰ τὸν τόκον τῆς γενέσεως τοῦ θεοῦ ζητεῖται, τῶν μὲν λεγόντων ὅτι ἐν Δήλῳ, τῶν δὲ ἐν Λυκίᾳ, κατασκευάσεις ὅτι ἀξιόπιστος μάρτυς ὁ ποιητὴς πρὸς τὸ σαυτῷ συμφέρον, ὅτι Λυκηγενῆ αὐτὸν εἴωθεν καλεῖν . ἐπάξεις ἀκολούθως ὅτι εἰκὸς ἐν Λυκίᾳ γεννηθέντα καὶ παῤ ἡμῖν πρῶτον ὀφθῆναι. οὐ γὰρ ἂν μέλλων διαβαίνειν ἐπὶ τὰς νήσους καὶ Κασταλίαν καὶ Δελφοὺς τῶν μὲν παῤ ἡμῖν ἠμέλησεν, παρὰ δὲ ἐκείνους ἔδραμεν, ἄλλως τε ὅτι καὶ τιμῶν τοὺς ἡμετέρους πατέρας καὶ ῥυόμενος κινδύνων φαίνεται. οὐκ ἂν δὲ τοῦτο ἐπεποιήκει μὴ πάλαι καὶ πρότερον εὐμενῶς πρὸς τὴν χώραν διακείμενος. Δελφοὶ μὲν οὖν μεγαλαυχούμενοι τὴν Πυθίαν καὶ τὴν θυσίαν προβάλλονται καὶ Παρνασὸν καὶ Κασταλίαν, καὶ τὸν θεὸν μόνοι τῶν ἀπάντων αὐχοῦσιν ἔχειν, ἐγὼ δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν, συνήδομαι μὲν αὐτοῖς τῆς χάριτος, οὐ μὴν κρίνω γε πράττειν αὐτοὺς τῶν παρʼ ἡμῖν εὐχερέστερον· καὶ γὰρ ἡμεῖς μετέσχομεν τούτων πρῶτοι τῶν μάντεων, καὶ δεξάμενοι τὸν θεὸν τοῖς ἄλλοις περιεπέμψαμεν, καὶ τὴν παρʼ ἡμῶν ἀπορροὴν ἐκεῖνοι ἀφʼ ἡμῶν κέκτηνται· ἐπίσης τε χαίρει ταῖς προσωνυμίαις τῶν τόπων ὁ θεός, καὶ ὥσπερ ὁ Πύθιος, οὕτω καὶ ὁ Σμίνθιος. μετὰ ταῦτα ἐρεῖς ἐγκώμιον τῆς χώρας, ὅτι εἰκότως δὲ τὴν ἡμετέραν χώραν ἠγάπησεν ὁ θεός, ἰδὼν αὐτὴν κάλλει διαφέρουσαν· ἐν ᾧ καὶ ἐκφράσεις τὴν χώραν οἵα ἐστίν, οὐκ ἀκριβῶς μὲν ἐπεξιών τῇ χώρᾳ, γράφε δὲ τῆς χώρας ἃ δυνατὸν κινῆσαι τὸν ἀκροατήν, τὰ μᾶλλον ἐξαίρετα λέγων. εἶτα μετὰ τὴν χώραν ἐπάξεις ἀκολούθως, ὅτι τοιγάρτοι καὶ τιμῶν καὶ συμμαχῶν τοῖς ἡμετέροις διετέλεσεν, ἐν πολέμοις, ἐν χρησμῳδίαις διαφθείρων παντοδαπῶς τοὺς πολεμίους. εἶτα μετὰ τοῦτο τὸ κεφάλαιον πάλιν διαιρήσεις εἰς τέσσαρα μέρη τὴν δύναμιν τοῦ θεοῦ καὶ ἐρεῖς οὕτως· ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἡ μνήμη τῆς χώρας παρήνεγκεν ἡμᾶς τῆς συνεχοῦς μνήμης τοῦ θεοῦ, διόπερ ἐπανακτέον πάλιν. διὰ τοῦτο δὲ μετὰ τὴν γένεσιν εὐθὺς ἐμνημονεύσαμεν τῆς χώρας, ἵνα μήτε ἀπόλυτος ὕμνος γένηται (ὕμνους γὰρ καλοῦσι τὰ τῶν θεῶν ἐγκώμια), μήτε κοινὸς ἁπλῶς πρὸς πᾶσαν θεῶν ὑπόθεσιν, ἀλλʼ ἵνα ἔχῃ τὸ ἴδιον τοῦ Σμινθιακοῦ ἐκ τοῦ τόπου. τίνες γοῦν εἰσιν αἱ δυνάμεις τοῦ θεοῦ; τοξική, μαντική, ἰατρική, μουσική.