Ancient Greek · ~7 min
ΠΕΡΙ ΛΑΛΙΑΣ.
Menander, Περὶ ἐπιδεικτικῶν 3
Not analysed yet
Συμβουλεύσεις δὲ διὰ λαλιᾶς περὶ ὁμονοίας πόλει, ἀκροαταῖς, φίλοις, ἀντιπολιτευομένοις καὶ πλάττουσι συναγαγεῖν αὐτοὺς εἰς εὔνοιαν τὴν πρὸς ἀλλήλους· συμβουλεύσεις δέ ποτε καὶ ἐθέλειν ἀκούειν λόγων, εἰ μισολόγους γινώσκεις καὶ δυσχερῶς συνιόντας. ἐξαγγελεῖς δὲ σαυτοῦ πάθος, οἷον ὡς ἐν ὑποδείγματι, εἰ λέγοις ὅτι οὐκ ἀπαιτοῦσιν συνεχῶς αἰ ἀκροάσεις, οὐδὲ ἀναγκάζουσι λέγειν, πλάσας τοιοῦτον λόγον, ὅτι Ἀπόλλων πολὺς ἦν θεσπίζων περὶ τοὺς τρίποδας, καὶ καταλαβὼν Κασταλίαν καὶ τοὺς Δελφούς ἐπλήρου τὴν προφῆτιν μαντικοῦ τοῦ πνεύματος, τῶν δὲ Μουσῶν ἠμέλει· χαλεπαίνουσαι οὖν αἱ Μοῦσαι ἀξιοῦσι μαθεῖν τὴν αἰτίαν, διότι οὐ μετέχει χορείας τῆς ἐν Ἑλικῶνι μετὰ Μουσῶν, ἰδίᾳ δὲ φοιβάζει Μουσῶν ἐν τοῖς ἀδύτοις, καὶ ποθεῖ μᾶλλον τούς τρίποδας. σχηματίζων δὲ πρός τε σαυτὸν ἐρεῖς ταῦτα καὶ πρὸς τοὺς ἀκροατάς, ὅτι Ζεὺς ᾐτιᾶτο τὰς Μούσας, ὅτι οὐ προτρέπουσι τὸν Ἀπόλλωνα συγχορεύειν αὐταῖς καὶ πλήττειν τὴν λύραν· ἐμφανιεῖς δὲ καὶ ἡδονὴν σεαυτοῦ πρὸς τοὺς ἀκούοντας οὕτως ὅταν ἀποδέχῃ τὴν ἀκοὴν αὐτῶν ὡς κριτικῶς ἀκροωμένων, ὅτι ἥσθης ἐπὶ τῇ τοιαύτῃ διαθέσει τῶν ἀκροατῶν, ὥσπερ Ἰσοκράτης ἥσθη τοῖς Ἕλλησιν ἀναγνούς ἐν Ὀλυμπίᾳ τὸν πανηγυρικὸν λόγον, αἰσθανόμενος ὅτι κατεῖδον ἀκριβῶς τὸ μεγαλεῖον τοῦ λόγου. ἀποσκώψεις δὲ πολλάκις καὶ ψέξεις ἀνωνύμως ὑπογράφων τὸ πρόσωπον, εἰ βούλοιο, καὶ τὸ ἦθος διαβάλλων, καὶ ὥσπερ ἐν τῷ ἐπαινεῖν ἐξῆν ἐκ πάσης ἀρετῆς λαμβάνειν τὰ ἐγκώμια, οὕτως ἔξεστί σοι ἀπὸ πάσης κακίας διαβάλλειν καὶ ψέγειν, ὅταν ἐθελήσῃς. ἔστι δέ ποτε καὶ ἀπολογήσασθαι καὶ διαθεῖναι τὸν ἀκροατὴν ἐπὶ παρόδου, ἣν μέλλει ποιεῖσθαι, πολλάκις μὲν ἠθικῶς μετριάζοντα, ὅτι τέττιγας μιμεῖται τοὺς ᾠδικοὺς τῶν ὀρνίθων, πολλάκις δὲ αἰτήσεις συγγνώμην φάσκων ἐξ ὑπογύου σοι γεγενῆσθαι τὸ σπούδασμα, ἢ ὅτι τῶν λόγων τὰς ἀπαρχὰς ἀνατίθης τῇ πατρίδι καὶ τοῖς πολίταις, ᾗπερ Δήμητρι καὶ τῷ Διονύσῳ οἱ γεωργοὶ τὰ θαλύσια.