Ancient Greek · ~12 min
ΠΕΡΙ ΛΑΛΙΑΣ.
Menander, Περὶ ἐπιδεικτικῶν 4.1
Not analysed yet
Ἀπλῶς δὲ χρὴ γινώσκειν, ὅτι λαλιὰ τάξιν μὲν οὐδεμίαν θέλει σώζειν καθάπερ οἱ λοιποὶ τῶν λόγων, ἀλλὰ ἄτακτον ἐπιδέχεται τὴν ἐργασίαν τῶν λεγομένων· ἃ γὰρ βούλει, τάξεις πρῶτα καὶ δεύτερα, καὶ ἔστιν ἀρίστη τάξις τῆς λαλιᾶς τὸ μὴ κατὰ τῶν αὐτῶν βαδίζειν συνεχῶς, ἀλλʼ ἀτακτεῖν ἀεί· ἀπὸ τοῦ γένους ποτὲ ἐγκωμιάσεις, ἂλλοτε πάλιν ἀπὸ προαιρέσεως ἐγκωμιάσεις, ἄλλοτε ἀπὸ τῶν χθὲς καὶ πρώην συμβεβηκότων περὶ αὐτόν. καὶ ἀπὸ τύχης ἐγκωμιάσεις ποτὲ καὶ ἀπὸ πράξεως ἄλλοτε. καὶ ταῦτα μὲν περὶ τούτων, λεχθήσεται δὲ καὶ ἕτερα. ἐρεῖς τι καὶ εἰς τὴν σεαυτοῦ πατρίδα ὡς χρονίως μὲν ἐπανελθών ἐπʼ αὐτήν, ἀσμενέστατα δὲ αὐτὴν θεασάμιενος, καὶ τὸ Ὁμηρικὸν ἐπιφωνήσεις κύσε δὲ ζείδωρον ἂρουραν, χαίρων γαίῃ πατρώῃ, καὶ ἀσπάσῃ τῷ λόγῳ τῶν ἀκροατῶν τὸ θέατρον, καὶ καθʼ ἕνα ἕκαστον, ἀνωνύμως μέντοι, κοινῇ πάντας, μὴ ἐκ τοῦ προφανοῦς ὄνομα λέγειν, ἀλλὰ συγχαίρειν ἑαυτῷ ὅτι πρεσβύτας εἶδες, οὓς κατέλιπες ἀκμάζοντας, καὶ εἰς ἄνδρας τελοῦντας, οὓς ἐφήβους εἴασας, καὶ νεανίσκους εἶδες τελοῦντας εἰς παῖδας, καὶ ὅτι οὐδὲν γλύκιον πατρίδος οὐδὲ τοκήων γίνεται. ἀπλῶς δὲ χρὴ γιγνώσκειν περὶ λαλιᾶς, ὅτι πάντα ὅσα βουληθῶμεν ἐμφανίσαι διὰ ταύτης, ταῦτα ἐξέσται ἡμῖν λέγειν τάξιν μηδεμίαν ἐκ τέχνης φυλάττουσιν, ἀλλʼ ὡς ἂν προσπίπτῃ, στοχάζεσθαι μέντοι δεῖ ἑκάστου καιροῦ τῶν λεγομένων καὶ συνιέναι, ποῖον χρήσιμον εἰπεῖν πρῶτον, ποῖον δὲ δεύτερον. χρῆ δὲ καὶ μνημονεύειν αὐτῶν Ἀθηνῶν, ἐξ ὧν ἡ πάροδος, καὶ ἱεροφαντῶν καὶ δᾳδούχων καὶ Παναθηναίων, καὶ λόγων ἀγώνων καὶ μουσικῶν, καὶ παιδευτῶν καὶ νεολαίας· φέρει γὰρ ταῦτα πολλὴν γλυκύτητα. χρὴ δέ σέ καὶ κιθαρῳδῶν ὀνόματα διαφόρων εἰδέναι, Ὀρφέως, Ἀρίονος, Ἀμφίονος καὶ τῶν περὶ αὔλησιν εὐδοκίμων καὶ μάντεων, καὶ ὅλως ἐνδόξων τεχνιτῶν πλεονεκτήματα ἐρεῖς· ἔτι δὲ περὶ ὀρῶν ἐπισήμων, Ὀλύμπου, Πιερίας, Ἴδης, Ἑλικῶνος, Παρνασοῦ· πλείστην γὰρ ἡδονὴν ταῦτα παρέξει τῷ εἴδει τῆς λαλιᾶς. πολὺς δὲ καὶ ὁ Διόνυσος ἔστω καὶ χορεῖαι καὶ Σειληνοὶ καὶ Σάτυροι, καὶ Ὠκεανὸς ποταμὸς καὶ Νεῖλος καὶ Ἴστρος καὶ Ἀχελῷος καὶ Εὐρυμέδων καὶ Θύμβρις, καὶ εἴ τις ἄλλος ἐπίσημος. χρησιμώτατοι δὲ πρὸς λαλιὰν καὶ οἱ Πλουτάρχειοι βίοι, ὥσπερ εἰς ἄλλην πολλὴν καὶ παντοδαπὴν παίδευσιν· καὶ γὰρ πλήρεις εἰσὶν ἱστοριῶν καὶ ἀποφθεγμάτων καὶ παροιμιῶν καὶ χρειῶν· ταῦτα γὰρ πάντα καταμιγνύναι ταῖς λαλιαῖς χρήσιμον, ἵνα πανταχόθεν τὴν ἡδονὴν θηρεύσωμεν. δεῖ δὲ ζητεῖν καὶ μεταμορφώσεις φυτῶν καὶ ὄ ρνεων . γέγραπται δὲ καὶ Νέστορι ποιητῇ καὶ σοφισταῖς μεταμορφώσεις φυτῶν καὶ ὄρνεων, τούτοις δὲ τοῖς συγγράμμασιν ἐντυγχάνειν πάνυ λυσιτελεῖ. ἔχειν δὲ δεῖ σε μνήμην καὶ ποιητῶν ἐπισήμων Ὁμήρου, Ἡσιόδου, τῶν λυρικῶν. αὐτοί τε γὰρ καθʼ ἑαυτούς ἄξιοι μνήμης, καὶ πολλοὺς μὲν ἐνεκωμίασαν, πολλούς δὲ ἔλεγξαν, παρʼ ὧν δυνήσῃ λαβεῖν παραδείγματα. καὶ Ἀρχιλόχου δὲ οὐκ ἀμελήσεις, ἱκανῶς κολάσαντος τοὺς ἐχθρούς τῇ ποιήσει, ἵνα καὶ αὐτὸς ὅταν ἐθέλῃς ψέγειν τινάς, ἔχῃς ἀποχρήσασθαι τἀνδρί· καλοὶ μὲν καὶ αὐτοὶ καθʼ ἑαυτούς, ἀεὶ συνόντες βασιλεῦσι καὶ τυράννοις συμβουλεύοντες ἂριστα, καλὴ δὲ καὶ ἡ ἀπὸ τῶν ποιημάτων αὐτῶν ἐπιφώνησις καὶ μνήμη· γλυκεῖς γὰρ οἱ ἄνδρες καὶ ἡδονὴν ἐμποιῆσαι λόγων μάλιστα προσφορώτατοι.