Ancient Greek · ~4 min
ΠΕΡΙ ΚΛΗΤΙΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 4-3
Not analysed yet
Εἰ δὲ παρὰ πόλιν καλοίης ἄρχοντα μὴ πάνυ τι σεμνὸν μηδὲ ἀρχαῖον ἔχουσαν, ὅπερ οὐκ οἶμαι, τὴν θέσιν ἐρεῖς μετὰ τὰ προοίμια τῆς χώρας, εἶτα τῆς πόλεως, εἶτα τοῖς ὅλοις ἐφεξῆς χρήσῃ κεφαλαίοις· ἀναπληρώσει γάρ σοι ἡ θέσις τὸν τῆς πόλεως ἔπαινον. ἔνιοι δὲ διαιροῦσι τὸν κλητικὸν μετὰ τὰ προοίμια, ἕτεροι δὲ κατὰ ἕνωσιν ὡς ἂν εἴποι τις τὸ τῆς πόλεως ἐγκώμιον καὶ τὸ τοῦ ἄρχοντος προάγοντες, τοῖς δὲ ἄλλοις οὕτως, ὡς ἤδη φθάσαντες εἴπομεν, χρώμενοι· κατὰ ἕνωσιν δὲ ἔφην οὕτως, οἷον θαυμαστὸν μὲν ἡμεῖς αὐχοῦμεν οἰκιστήν, οὕτω δὲ γένος φιλάνθρωπον ἡ πόλις, καὶ τούτου τὸ πλεονέκτημα. ἢ τοὐναντίον τὰ τοῦ ἄρχοντος προτάττουσιν, ὅπερ ἄμεινον, τὰ δὲ τῆς πόλεως τοῖς ἐκείνου ὑποβάλλουσιν, οἷον γένος σοι λαμπρὸν καὶ ἡμῖν οἰκιστὴς θαυμαστός· δίκαιος, οὐδὲ ἡ πόλις ἀμοιρεῖ τοῦ πλεονεκτήματος· φιλανθρωπίαν τιμᾷς, καὶ ἡ πόλις ἡ καλοῦσα φιλάνθρωπος. προάξεις δὲ καὶ τὸν κλητικόν, ὡς ἂν αὐτὸς ἔχειν δοκιμάσῃς.