Ancient Greek · ~5 min
ΠΕΡΙ ΛΑΛΙΑΣ.
Menander, Περὶ ἐπιδεικτικῶν 5
Not analysed yet
τι μὲν οὖν ἐγκωμιάζειν καὶ ψέγειν καὶ ἀποτρέπειν διὰ λαλιᾶς ἔξεστι, καὶ ὅτι διαθέσεις τῆς ψυχῆς καταμηνύειν δέδονται διὰ τῆς λαλιᾶς, οἷον λύπη ἡδονὴ ὀργὴ ἢ τι τῶν τοιούτων, ἱκανῶς ἡμῖν προείρηται· ὁποῖον δὲ δεῖ τὸ εἶδος τῆς ἀπαγγελίας εἶναι, καὶ τοῦτο προστέθειται, ὅτι ἀπλοῦν καὶ ἀφελὲς καὶ ἀκατάσκευον· καὶ ὅτι οὐδεμίαν τάξιν ἀπὸ τῆς τέχνης νενομοθετημένην ἐπιδέχεται, καὶ τοῦτο μεμαθήκαμεν. προσκείσθω δὲ ὅτι οὐδὲ μακρὰς τὰς λαλιὰς εἶναι δεῖ, πλὴν εἰ διʼ αὐτῶν ἐθέλοιμεν τὴν ἐπίδειξιν ποιήσασθαι· καλὸν γὰρ ἡ συμμετρία, καθάπερ οὐ καλὸν τὸ ἀδολεσχεῖν διηγήμασι· καὶ γὰρ ἀπειρόκαλον εἶναι τοῦτο πεπίστευται. ἔστι δὲ καὶ συντακτικὴλαλιά, ὡς ἐὰν μέλλοντες ἀνάγεσθαι ἀπὸ τῶν Ἀθηνῶν ἐπὶ τὴν ἐνεγκοῦσαν, ἢ οὖ πάλιν ἀπὸ τῆς ἐνεγκούσης ἐπὶ τὰς Ἀθήνας ἐμφανίζωμεν, ὅτι δυσχεραίνομεν τὴν ἀπόλειψιν, ἐνδεικνύμενοι τούς ἀνιωμένους, εἶτα ἐκ μεθόδου ἥξομεν ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, ἢν ἄν ἀπολιπεῖν μέλλωμεν, οἷον τίς ἂν ἕλοιτο ἀδακρυτὶ παραλιπεῖν, ὡς εἰ ἐπʼ Ἀθηνῶν λέγοις, μυστήρια, κηρύγματα, ἱερά; Ἐλευσῖνάδε προστάττοντα βαδίζειν, καὶ ἄστυδε πάλιν ἀπʼ Ἐλευσῖνος· τίς δʼ ἂν ἀνέχοιτο ἀκροπόλεως τοιαύτης κάλλος καταλιπεῖν, ἱερά, Διονύσια, Παναθήναια, ἄνδρας λογάδας σοφίας καὶ ἀρετῆς; καὶ ὅλως ἐφαρμόσομεν τὰ τῆς πόλεως ἐξαίρετα, τὰ κάλλη τῶν οἰκοδομημάτων καὶ πανηγύρεων πολυτελείας.