Ancient Greek · ~4 min
ΠΕΡΙ ΛΑΛΙΑΣ.
Menander, Περὶ ἐπιδεικτικῶν 6
Not analysed yet
Ἔστι δὲ καὶ ἐπιβατήριον εἰπεῖν λαλιὰν εὐθύς ἐπιστάντα τῇ πατρίδι, ὡς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, ἐν οἷς περὶ τῶν ἐπιφωνήσεων τῶν Ὀμηρικῶν ἐλέγομεν, ἐν ᾧ πάντως τὸν ἔρωτα τὸν περὶ τὴν πόλιν ἐνδείξεται ὁ λέγων ἀπὸ τοῦ παρεστῶτος χρόνου λαβών τὴν ἀρχήν, ὡς γεγηθώς, ὡς ἂσμενος προσέπλευσεν τοῖς λιμέσιν, ὡς εἶδε κάλλη πεδίων, ὡς προσέβαλεν ἀκροπόλει, ὡς περιεπτύξατο τῶν πολιτῶν ἅπαντας καὶ ἕκαστον λέγων, ὡς πάντας ἐνόμισεν ἀδελφούς εἶναι αὐτοῦ τοὺς ἡλικιώτας καὶ πατραδέλφους τοὺς ἄλλους, καὶ γένος ἕν πᾶσαν τὴν πόλιν, καὶ ὅτι οὐκ ἐπελέλησο τῆς πατρίδος ἀποδημῶν προσθήσεις· ἀλλʼ ἄγε διηγοῦ τὰ ἐξαίρετα καὶ πάτρια, οἷα ταῖς ἄλλαις οὐ πρόσεστι πόλεσιν. εἶτα ἥξεις εἰς ἐγκώμιον ἄρχοντος, ἐὰν ὁ ἄρχων παρῇ, ἐπὶ τὸ τοῦ πατρὸς ἢ ἐπὶ τὸ τῆς πολιτείας, ὅτι τίς οὐκ ἂν ἐρασθείη τοιαύτης πολιτείας, ἐν ᾗ ὁμόνοια καὶ φιλία καὶ πάντες ἀρετῇ σύντροφοι, καὶ ὅσα τοιαῦτα. καὶ ἁπλῶς πολυσχιδὴς ἡ τῆς λαλιᾶς χρεία. οἶδε γὰρ καὶ πᾶσαν ὑπόθεσιν ἀνδρὶ πολιτικῷ περιεργάζεσθαι.