Ancient Greek · ~15 min
ΠΕΡΙ ΣΜΙΝΘΙΑΚΟΥ.
Menander, Περὶ ἐπιδεικτικῶν 7.1
Not analysed yet
Μετὰ δὲ τὴν ἀρετὴν ταύτην τοῦ θεοῦ ἥξεις ἐπὶ τὴν τετάρτην, ὅτι καὶ ἰατρός, ἀεὶ δὲ προοιμιάσῃ καθʼ ἑκάστην τῶν ἀρετῶν, ὡς μὴ δοκεῖν μικρὰ μηδὲ φαῦλα τὰ ῥηθησόμενα· αἱ γὰρ διὰ μέσων τῶν λόγων ἔννοιαι προοιμιακαί, προδιατιθεῖσαι τὸν ἀκροατὴν καὶ προσεχέστερον διαθεῖσαι, ταῖς ὑποθέσεσιν αὐξήσεις ἐργάζονται. οὐκοῦν ἐρεῖς, ὅτι καὶ τὴν ἰατρικὴν ταύτην ὁ θεὸς ἡμῖν ἐξεῦρεν, ἐν ᾧ καὶ θέσιν ἐρεῖς, ὅτι διαφθειρομένου τοῦ γένους ταῖς νόσοις καὶ τοῖς πόνοις κατοικτείρας ἡμᾶς τὴν ἰατρικὴν ἐξεῦρεν, ἧς τί ἂν γένοιτο τοῖς ἀνθρώποις χρησιμώτερον; τίς μὲν γὰρ ἂν εἰργάσατο γῆν, τίς ἂν ἔπλευσε θάλασσαν, τίς δʼ ἂν πόλεις ἔκτισε, τίς δʼ ἂν νόμους ἡμῖν ἔθηκε μὴ τῆς ἰατρικῆς παρελθούσης; ὅθεν καὶ παιᾶνα αὐτὸν καὶ πέπωνα καὶ ἀκεσώδυνον καὶ σωτῆρα καλεῖν εἰώθασι καὶ ποιηταὶ καὶ σύμπαντες. θήσεις δὲ ἐπὶ τούτοις καὶ τὴν Ἀσκληπιοῦ γένεσιν· βουλόμενος δὲ αὐξῆσαι τὴν τέχνην ὁ θεὸς καὶ μεταδοῦναι ταύτην τῷ τῶν ἀνθρώπων γένει τὴν Ἀσκληπιοῦ γένεσιν ἐδημιούργησεν, ἧς πῶς ἄν τις κατʼ ἀξίαν μνησθείη; ζητήσεις δὲ ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων τῶν πατρίων τινὰ καὶ τῶν μυθευομένων, καὶ προσθήσεις, ἵνα μᾶλλον οἰκεῖον γένηται. μετὰ ταῦτα κεφάλαιον θήσεις τοιοῦτον περὶ τῆς πόλεως, ὅτι τοιγαροῦν Ἀλέξανδρος τὴν Εὐρώπην χειρωσάμενος καὶ διαβεβηκὼς ἐπὶ τὴν Ἀσίαν ἤδη, ἐπειδὴ προσέβαλε τῷ ἱερῷ καὶ τοῖς τόποις, σύμβολα μὲν ἐκίνησεν ἐπὶ τὴν κατασκευὴν τῆς πόλεως, τοῦ θεοῦ ταῦτα καταπέμποντος, καὶ κατασκευάζει τὴν εὐδαίμονα ταύτην πόλιν, καθιερώσας αὐτὴν Ἀπόλλωνι τῷ Σμινθίῳ, δίκαιον αὐτοῦ προπέμποντος κρίνας αὐτοῦ θεῖν κατοικίζειν πόλιν, καὶ τὸν τόπον πάλαι τῷ θεῷ καθιερωμένον μὴ περιϊδεῖν ἔρημον καὶ ἀοίκητον τὴν χώραν. τοιγάρτοι καὶ ἡμεῖς πειρώμενοι ἀεὶ τῆς τοῦ θεοῦ προνοίας τε καὶ εὐμενείας ἀπολαύειν εὔνοιαν ποιούμεθα τῆς περὶ αὐτὸν εὐσεβείας, καὶ ὁ μὲν διατελεῖ καρπῶν ἀφθόνων διδοὺς φορὰν καὶ ῥυόμενος κινδύνων, ἡμεῖς δὲ ὅμοια διδασκόμεθα· τοιγάρτοι κρείττονα ἀγῶνα τὸν ἱερὸν τοῦτον διὰ ταῦτα τίθεμεν καὶ πανηγύρεις συγκροτοῦμεν καὶ θύομεν, χάριτας ἐκτινύντες, ἀνθʼ ὧν εὖ πάσχομεν. καὶ διαγράψεις τὴν πανήγυριν, ὁποία καὶ ὅπως ἔχει πλήθους ἀνθρώπων συνιόντων, καὶ ὅτι οἱ μὲν ἐπιδείκνυνται τὰς αὐτῶν ἀρετὰς ἢ διὰ λόγων ἢ διὰ σώματος εὐεξίας, καὶ τὰ τοιαῦτα, οἱ δὲ θεαταί, οἱ δὲ ἀκροαταί, καὶ διὰ βραχέων ἐργάσῃ θέσιν, ὡς Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ, λέγων ὅσα ἐκ τῶν πανη- γύρεων καὶ τούτων τῶν συνόδων εἴωθεν. καθόλου δέ σοι ἔστω τὸ τοιοῦτο θεώρημα ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ὁμολογουμένοις ἀγαθοῖς ἤτοι ἐνδόξοις προτάττειν μὲν τὴν θέσιν, οἷον ὅτι καλὸν μὲν μουσική, καλὸν ἡ τοξική, καλὸν ἡ πανήγυρις, ἐπάγειν τε τὰ καθʼ ἕκαστον· οὐ μὴν ἐνδιατρίψεις ταῖς θέσεσι ταύταις, ἐπειδὴ δοκοῦσιν ἐν τῇ ὑποθέσει ταύτῃ πλείους εὑρίσκεσθαι. μετὰ δὲ τὴν ἔκφρασιν τῆς πανηγύρεως ἐκφράσεις τὸν νεών· εἰ μὲν ὑψηλὸς εἴη τὸ ὕψος, οἷον ἀκροπόλει ἐξεικαστέον, ὡς μεγέθει μὲν τοὺς τοιούτους καὶ ὑπερμεγέθεις ὑπερφέρων, ὕψει δὲ τὰ ὑψηλότατα τῶν ὀρῶν· εἰ δὲ ἐναρμόνιος εἴη ἢ λίθος ἔκ. τοῦ τῶν ὀρῶν καλλίστου, ἔτι τοίνυν τὴν τοῦ νεὼ στιλπνότητα καὶ τὴν αὐγὴν τίς οὐκ ἂν ἐκπλαγείη; καὶ τὴν ἁρμονίαν τοῦ λίθου εἴποις ἄν τῇ λύρᾳ τοῦ Ἀμφίονος συντεθεῖσθαι. ποῖα μὲν αὐτῷ τείχη Βαβυλώνια κατεσκευάσθη καὶ λέγεται; ποῖα δὲ τείχη Θηβαῖα; ποῖος νεὼς τῶν παρʼ Ἀθηναίοις; τάχα που καὶ αὐτὸς τῇ λύρᾳ τοῦ θεοῦ καὶ τῇ μουσικῇ συνετέθη· τὰ μὲν γὰρ Λαομέδοντος τείχη Ἀπόλλων καὶ Ποσειδῶν κατασκευάσαι λέγονται, τὸν δὲ παρʼ ἡμῖν νεὼν Ἀπόλλων καὶ Ἀθηνᾶ σὺν Ἡψαίστῳ, μᾶλλον δὲ ἐδημιούργησεν. ἐπὶ τούτοις ἐκφράσεις τὸ ἂγαλμα τοῦ θεοῦ παραβάλλων τῷ Ὀλυμπίῳ Διΐ, καὶ Ἀθηνᾷ τῇ ἐν ἀκροπόλει τῶν Ἀθηναίων. εἶτα ἐπάξεις, ποῖος Φειδίας, τίς Δαίδαλος τοσοῦτον ἐδημιούργησε ξόανον; τάχα που ἐξ οὐρανοῦ τὸ ἄγαλματοῦτʼ ἐρρύη, καὶ ὅτι ἐστεφάνωται δάφναις, φυτῷ προσήκοντι τῷ θεῷ κατὰ Δελφούς. καὶ τὸ ἄλσος ἐκφράσεις καὶ ποταμοὺς τοὺτ ἐγγὺς καὶ τὰς πηγάς, καὶ ὅτι οὐ πολὺ τὸ διάστημα, καὶ ὅτι πᾶσα ἡ ἄνοδος ἡ ἐπὶ τὸ ἱερὸν ἱερὰ καὶ ἀνακειμένη Ἀπόλλωνι.